καὶ ὁ μὲν Ἰθακησίων βασιλεὺς προσαιτεῖ λανθάνειν ὅς ἐστι, βουλόμενος καὶ ποιῶν ἑαυτὸν ὡς μάλιστα πτωχῷ λευγαλέῳ ἐναλίγκιον· ὁ δʼ ἐκ τῆς Στοᾶς βοῶν μέγα καὶ κεκραγώς ἐγὼ μόνος· εἰμὶ βασιλεύς, ἐγὼ μόνος εἰμὶ πλούσιος ὁρᾶται πολλάκις ἐπʼ ἀλλοτρίαις θύραις λέγων δὸς χλαῖναν Ἱππώνακτι· κάρτα γὰρ ῥιγῶ καὶ βαμβακύζω.