<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg137.perseus-grc2" type="edition" xml:lang="grc"><div n="5" subtype="section" type="textpart"><p rend="indent"><milestone n="15" unit="tlnum"/>ὁ μὲν γὰρ ποιητικὸς; μῦθος τὸ κατὰ λόγον φυλάττων οὐδαμοῦ προλείπει τὸν Ἡρακλέα τῶν ἀναγκαίων δεόμενον, ἀλλʼ ὥσπερ ἐκ πηγῆς ἐπιρρεῖ αὐτῷ καὶ τοῖς συνοῦσιν ὁ δὲ τὴν Στωικὴν λαβὼν <milestone n="1058d" unit="stephpage" xml:id="stephpage-1058d"/>Ἀμάλθειαν πλούσιος μὲν γέγονεν, ἐρανίζεται δὲ <milestone n="20" unit="tlnum"/> τροφὴν παρʼ ἑτέρων· καὶ βασιλεὺς μέν ἐστι μισθοῦ δʼ ἀναλύει συλλογισμούς καὶ πάντα μὲν ἔχει μόνος ἐνοίκιον δὲ τελεῖ καὶ ἄλφιτʼ ὠνεῖται, πολλάκις δανειζόμενος ἢ μεταιτῶν παρὰ τῶν οὐδὲν ἐχόντων. </p></div></div></body></text></TEI>