<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg137.perseus-grc2" type="edition" xml:lang="grc"><div n="3" subtype="section" type="textpart"><p rend="indent"><milestone n="10" unit="tlnum"/><milestone n="1058a" unit="stephpage" xml:id="stephpage-1058a"/>καὶ τοῦ Ὀδυσσέως ἡ Ἀθηνᾶ τὴν ῥυσσότητα καὶ φαλακρότητα καὶ ἀμορφίαν ἀφῄρηκεν, ὅπως φανείη καλός· ὁ δὲ τούτων σοφός, οὐκ ἀπολιπόντος τὸ σῶμα τοῦ γήρως ἀλλὰ καὶ προσεπιθέντος καὶ προσεπιχώσαντος, μένων κυρτός, ἂν οὕτω τύχῃ, <milestone n="15" unit="tlnum"/> νωδὸς ἑτερόφθαλμος, οὔτʼ αἰσχρὸς οὔτε δύσμορφος οὔτε κακοπρόσωπός ἐστιν. ὁ γὰρ Στωικὸς ἔρως, ὥσπερ οἱ κάνθαροι λέγονται τὸ μὲν μύρον ἀπολείπειν τὰ δὲ δυσώδη διώκειν, οὕτω τοῖς αἰσχίστοις καὶ ἀμορφοτάτοις ὁμιλῶν, ὅταν εἰς εὐμορφίαν καὶ κάλλος <milestone n="20" unit="tlnum"/> ὑπὸ σοφίας μεταβάλωσιν, ἀποτρέπεται. </p></div></div></body></text></TEI>