ὁ Εὐριπίδου Ἰόλαος ἐξ ἀδρανοῦς καὶ παρήλικος εὐχῇ τινι νέος καὶ ἰσχυρὸς ἐπὶ τὴν μάχην ἄφνω γέγονεν· ὁ δὲ τῶν Στωικῶν σοφὸς χθὲς μὲν ἦν αἴσχιστος ἅμα καὶ κάκιστος, τήμερον δʼ ἄφνω μεταβέβληκεν εἰς ἀρετὴν καὶ γέγονεν ἐκ ῥυσσοῦ καὶ ὠχροῦ καὶ κατʼ Αἰσχύλον ἐξ ὀσφυαλγοῦς κὡδυνοσπάδος λυγροῦ γέροντος εὐπρεπὴς θεοειδὴς καλλίμορφος