<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg137.perseus-grc2" type="edition" xml:lang="grc"><div n="1" subtype="section" type="textpart"><p rend="indent"><milestone n="1057d" unit="stephpage" xml:id="stephpage-1057d"/>ὁ Πινδάρου Καινεὺς εὔθυναν ὑπεῖχεν, ἀπιθάνως <milestone n="5" unit="tlnum"/> ἄρρηκτος σιδήρῳ καὶ ἀπαθὴς τὸ σῶμα πλασσόμενος, εἶτα καταδὺς ἄτρωτος ὑπὸ γῆν <quote>σχίσας ὀρθῷ ποδὶ γᾶν·</quote> ὁ δὲ Στωικὸς Λαπίθης, ὥσπερ ἐξ ἀδαμαντίνης ὕλης ὑπʼ αὐτῶν τῆς ἀπαθείας κεχαλκευμένος, οὐκ ἄτρωτός ἐστιν οὐδʼ ἄνοσος οὐδʼ ἀναλγής, <milestone n="10" unit="tlnum"/> ἄφοβος δὲ μένει καὶ ἄλυπος καὶ ἀήττητος καὶ ἀβίαστος, τιτρωσκόμενος ἀλγῶν στρεβλούμενος, ἐν κατασκαφαῖς πατρίδος ἐν πάθεσιν, τοιούτοις. καὶ ὁ μὲν Πινδάρου Καινεὺς βαλλόμενος οὐ τιτρώσκεται, ὁ δὲ τῶν Στωικῶν σοφὸς ἐγκλειόμενος οὐ κωλύεται <milestone n="15" unit="tlnum"/> <milestone n="1057e" unit="stephpage" xml:id="stephpage-1057e"/> καὶ κατακρημνιζόμενος οὐκ ἀναγκάζεται καὶ στρεβλούμενος οὐ βασανίζεται καὶ πηρούμενος οὐ βλάπτεται καὶ πίπτων ἐν τῷ παλαίειν ἀήττητός ἐστι καὶ περιτειχιζόμενος ἀπολιόρκητος καὶ πωλούμενος; ὑπὸ τῶν πολεμίων ἀνάλωτος· οὐδὲν τῶν πλοίων <milestone n="20" unit="tlnum"/> διαφέρων, οἷς ἐπιγέγραπται μὲν Εὔπλοια καὶ Πρόνοια Σῴζουσα καὶ Θεραπεία, χειμάζεται δὲ καὶ συντρίβεται καὶ ἀνατρέπεται. <pb xml:id="v.6.p.281"/> στοιξος ἀβσιιρδιορα ποετις διξερε. </p></div></div></body></text></TEI>