<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2"><div type="textpart" subtype="section" n="46"><p rend="indent">ὁ δὲ τῶν δυνατῶν λόγος πρὸς τὸν τῆς <milestone unit="tlnum" n="25"/> εἱμαρμένης λόγον αὐτῷ πῶς οὐ μαχόμενός ἐστιν; <milestone unit="stephpage" xml:id="stephpage-1055e" n="1055e"/> εἰ γὰρ οὐκ ἔστι δυνατὸν ὅπερ ἤ ἐστιν ἀληθὲς ἢ <pb xml:id="v.6.p.275"/> ἔσται κατὰ Διόδωρον, ἀλλὰ πᾶν τὸ ἐπιδεκτικὸν τοῦ γενέσθαι, κἂν μὴ μέλλῃ γενήσεσθαι, δυνατόν ἐστιν, ἔσται δὲ δυνατὰ πολλὰ τῶν μὴ καθʼ εἱμαρμένην ἀνίκητον καὶ ἀνεκβίαστον καὶ περιγενητικὴν <milestone unit="tlnum" n="5"/> ἁπάντων, ἢ ἡ εἱμαρμένη τὴν δύναμιν ἀπόλλυσιν ἢ, τοιαύτης, οἵαν ἀξιοῖ Χρύσιππος, οὔσης, τὸ ἐπιδεκτικὸν τοῦ γενέσθαι πολλάκις εἰς τὸ ἀδύνατον ἐμπεσεῖται. καὶ πᾶν μὲν ἀληθὲς ἀναγκαῖον ἔσται τῇ <milestone unit="stephpage" xml:id="stephpage-1055f" n="1055f"/> κυριωτάτῃ πασῶν ἀνάγκῃ κατειλημμένον· πᾶν δὲ <milestone unit="tlnum" n="10"/> ψεῦδος ἀδύνατον, τὴν μεγίστην ἔχον αἰτίαν ἀντιπίπτουσαν αὐτῷ πρὸς τὸ ἀληθὲς γενέσθαι. ᾧ γὰρ ἐν θαλάσσῃ πεπρωμένον ἐστὶν ἀποθανεῖν, πῶς ἅμʼ οἷόν τε τοῦτον ἐπιδεκτικὸν εἶναι τοῦ ἐν γῇ ἀποθανεῖν; τί δέ; τὸν Μεγαροῖ δυνατόν ἐστιν ἐλθεῖν <milestone unit="tlnum" n="15"/> εἰς Ἀθήνας ὑπὸ τῆς εἱμαρμένης κωλυόμενον; </p></div><div type="textpart" subtype="section" n="47"><p rend="indent">ἀλλὰ μὴν καὶ τὰ περὶ τῶν φαντασιῶν λεγόμενα νεανικῶς πρὸς τὴν εἱμαρμένην ἐναντιοῦται. τὴν γὰρ φαντασίαν βουλόμενος οὐκ οὖσαν αὐτοτελῆ τῆς συγκαταθέσεως αἰτίαν ἀποδεικνύειν, εἴρηκεν ὅτι <milestone unit="tlnum" n="20"/> <q>βλάψουσιν οἱ σοφοὶ ψευδεῖς φαντασίας ἐμποιοῦντες, ἂν αἱ φαντασίαι ποιῶσιν αὐτοτελῶς τὰς συγκαταθέσεις· <milestone unit="stephpage" xml:id="stephpage-1056a" n="1056a"/> πολλάκις γὰρ οἱ σοφοὶ ψεύδει χρῶνται πρὸς τοὺς φαύλους καὶ φαντασίαν παριστᾶσι πιθανήν, οὐ μὴν αἰτίαν τῆς συγκαταθέσεως ἐπεὶ καὶ τῆς <pb xml:id="v.6.p.276"/> ὑπολήψεως αἰτία τῆς ψευδοῦς ἔσται καὶ τῆς ἀπάτης.</q> ταῦτʼ οὖν ἄν τις ἀπὸ τοῦ σοφοῦ μεταφέρων ἐπὶ τὴν εἱμαρμένην λέγῃ μὴ διὰ τὴν εἱμαρμένην γίγνεσθαι τὰς συγκαταθέσεις, ἐπεὶ διὰ τὴν εἱμαρμένην <milestone unit="tlnum" n="5"/> ἔσονται καὶ ψευδεῖς ῖς συγκαταθέσεις καὶ ὑπολήψεις καὶ ἀπάται καὶ βλαβήσονται διὰ τὴν εἱμαρμένην, ὁ τοῦ βλάπτειν τὸν σοφὸν ἐξαιρούμενος λόγος ἅμα καὶ τὸ μὴ πάντων αἰτίαν εἶναι τὴν εἱμαρμένην ἀποδείκνυσιν. εἰ γὰρ μήτε δοξάζουσι μήτε βλάπτονται <milestone unit="tlnum" n="10"/> <milestone unit="stephpage" xml:id="stephpage-1056b" n="1056b"/> διὰ τὴν εἱμαρμένην, δῆλον ὅτι οὐδὲ κατορθοῦσιν οὐδὲ φρονοῦσιν οὐδʼ ὑπολαμβάνουσι βεβαίως οὐδʼ ὠφελοῦνται διὰ τὴν εἱμαρμένην, ἀλλʼ οἴχεται τὸ πάντων αἰτίαν εἶναι τὴν εἱμαρμένην. ὁ δὲ λέγων, ὅτι Χρύσιππος οὐκ αὐτοτελῆ τούτων αἰτίαν ἀλλὰ <milestone unit="tlnum" n="15"/> προκαταρκτικὴν μόνον ἐποιεῖτο τὴν εἱμαρμένην, ἐκεῖ πάλιν αὐτὸν ἀποδείξει μαχόμενον πρὸς αὑτόν, ὅπου τὸν μὲν Ὅμηρον ὑπερφυῶς ἐπαινεῖ περὶ τοῦ Διὸς λέγοντα <quote rend="blockquote">τῷ ἔχεθʼ, ὅττι κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ</quote> <milestone unit="tlnum" n="20"/> ἢ ἀγαθόν· καὶ τὸν Εὐριπίδην <quote rend="blockquote"><l>ὦ Ζεῦ, τί δῆτα τοὺς ταλαιπώρους βροτοὺς <milestone unit="stephpage" xml:id="stephpage-1056c" n="1056c"/> </l><l>φρονεῖν λέγοιμʼ ἄν; σοῦ γὰρ ἐξηρτήμεθα, </l><l>δρῶμέν τε τοιάδʼ, ἃ σύ γε τυγχάνεις φρονῶν.</l></quote> αὐτὸς δὲ πολλὰ τούτοις ὁμολογούμενα γράφει, τέλος <milestone unit="tlnum" n="25"/> δέ φησι μηδὲν ἴσχεσθαι μηδὲ κινεῖσθαι μηδὲ <pb xml:id="v.6.p.277"/> τοὐλάχιστον ἄλλως ἢ κατὰ τὸν τοῦ Διὸς λόγον, ὃν τῇ εἱμαρμένῃ τὸν αὐτὸν εἶναι. ἔτι τοίνυν τὸ μὲν προκαταρκτικὸν αἴτιον ἀσθενέστερόν ἐστι τοῦ αὐτοτελοῦς καὶ οὐκ ἐξικνεῖται κρατούμενον ὑπʼ ἄλλων ἐξανισταμένων· <milestone unit="tlnum" n="5"/> τὴν δʼ εἱμαρμένην αἰτίαν ἀνίκητον καὶ ἀκώλυτον καὶ ἄτρεπτον ἀποφαίνων αὐτὸς Ἄτροπον καλεῖ καὶ Ἀδράστειαν καὶ Ἀνάγκην καὶ Πεπρωμένην <milestone unit="stephpage" xml:id="stephpage-1056d" n="1056d"/> ὡς <q>πέρας</q> ἅπασιν ἐπιτιθεῖσαν. πότερον οὖν τὰς συγκαταθέσεις μὴ λέγωμεν ἐφʼ ἡμῖν εἶναι μηδὲ <milestone unit="tlnum" n="10"/> τὰς ἀρετὰς μηδὲ τὰς κακίας μηδὲ τὸ κατορθοῦν μηδὲ τὸ ἁμαρτάνειν, ἢ τὴν εἱμαρμένην λέγωμεν ἐλλείπουσαν εἶναι καὶ τὴν πεπρωμένην ἀπεράτωτον καὶ τὰς τοῦ Διὸς κινήσεις καὶ σχέσεις ἀσυντελέστους; τούτων γὰρ ἕπεται τὰ μὲν τῷ αὐτοτελῆ τὰ δὲ τῷ <milestone unit="tlnum" n="15"/> προκαταρκτικὴν μόνον αἰτίαν εἶναι τὴν εἱμαρμένην. αὐτοτελὴς μὲν γὰρ αἰτία πάντων οὖσα τὸ ἐφʼ ἡμῖν καὶ τὸ ἑκούσιον ἀναιρεῖ, προκαταρκτικὴ δὲ τὸ ἀκώλυτος εἶναι καὶ τελεσιουργὸς ἀπόλλυσιν. οὐδὲ γὰρ <milestone unit="stephpage" xml:id="stephpage-1056e" n="1056e"/> ἅπαξ ἢ δὶς ἀλλὰ πανταχοῦ μᾶλλον δʼ ἐν πᾶσι τοῖς <milestone unit="tlnum" n="20"/>φυσικοῖς γέγραφε <q>ταῖς μὲν κατὰ μέρος φύσεσι καὶ κινήσεσιν ἐνστήματα πολλὰ γίγνεσθαι καὶ κωλύματα, τῇ δὲ τῶν ὅλων μηδέν.</q> καὶ πῶς εἰς τὰς κατὰ μέρος ἡ τῶν ὅλων διατείνουσα κίνησις, ἐμποδιζομένων καὶ κωλυομένων ἐκείνων, ἀνεμπόδιστος αὐτὴ <milestone unit="tlnum" n="25"/> καὶ ἀκώλυτός ἐστιν; οὐδὲ γὰρ ἡ τἀνθρώπου φύσις ἀνεμπόδιστος, εἰ μηδʼ ἡ τοῦ ποδὸς ἢ τῆς χειρός· οὐδʼ τῆς νεὼς κίνησις ἀκώλυτος ἂν εἴη, ἂν αἱ <pb xml:id="v.6.p.278"/> περὶ τὸ ἱστίον ἢ τὴν εἰρεσίαν ἐνέργειαι κωλύσεις τινὰς ἔχωσιν. ἄνευ δὲ τούτων, εἰ μὲν αἱ φαντασίαι μὴ γίγνονται καθʼ εἱμαρμένην <gap reason="lost"/> τῶν <milestone unit="stephpage" xml:id="stephpage-1056f" n="1056f"/> συγκαταθέσεων· εἰ δʼ ὅτι ποιεῖ φαντασίας ἀγωγοὺς <milestone unit="tlnum" n="5"/> ἐπὶ τὴν συγκατάθεσιν, καθʼ εἱμαρμένην αἱ συγκαταθέσεις γίγνεσθαι λέγονται, πῶς οὐ μάχεται πρὸς ἑαυτὴν πολλάκις ἐν τοῖς μεγίστοις διαφόρους ποιοῦσα φαντασίας καὶ περισπώσας ἐπὶ τἀναντία τὴν διάνοιαν, ὅτε τοὺς προστιθεμένους τῇ ἑτέρᾳ καὶ μὴ <milestone unit="tlnum" n="10"/> ἐπέχοντας ἁμαρτάνειν λέγουσιν· ἂν μὲν ἀδήλοις εἴκωσι, προπίπτοντας· ἂν δὲ ψευδέσι, διαψευδομένους· ἂν δὲ κοινῶς ἀκαταλήπτοις, δοξάζοντας; καίτοι δεῖ, τριῶν ὄντων, ἢ μὴ πᾶσαν εἶναι φαντασίαν εἱμαρμένης ἔργον ἢ πᾶσαν παραδοχὴν φαντασίας καὶ <milestone unit="tlnum" n="15"/> συγκατάθεσιν ἀναμάρτητον ἢ μηδʼ αὐτὴν τὴν <milestone unit="stephpage" xml:id="stephpage-1057a" n="1057a"/> εἱμαρμένην ἀνεπίληπτον οὐκ οἶδα γὰρ ὅπως ἀνέγκλητός ἐστι τοιαύτας ποιοῦσα φαντασίας, αἷς τὸ μὴ μάχεσθαι μηδʼ ἀντιβαίνειν ἀλλʼ ἕπεσθαι καὶ εἴκειν ἐγκλητόν ἐστι. καὶ μὴν ἔν γε τοῖς πρὸς τοὺς <milestone unit="tlnum" n="20"/>Ἀκαδημαϊκοὺς ἀγῶσιν ὁ πλεῖστος λόγος αὐτῷ τε Χρυσίππῳ καὶ Ἀντιπάτρῳ περὶ τίνος γέγονε; περὶ τοῦ <q>μήτε πράττειν μήθʼ ὁρμᾶν ἀσυγκαταθέτως, ἀλλὰ πλάσματα λέγειν καὶ κενὰς; ὑποθέσεις τοὺς ἀξιοῦντας, οἰκείας φαντασίας γενομένης, εὐθὺς ὁρμᾶν μὴ εἴξαντας <milestone unit="tlnum" n="25"/> μηδὲ συγκαταθεμένους.</q> αὖθις δέ φησι Χρὺσιππος <pb xml:id="v.6.p.279"/> <q>καὶ τὸν θεὸν ψευδεῖς ἐμποιεῖν φαντασίας <milestone unit="stephpage" xml:id="stephpage-1057b" n="1057b"/> καὶ τὸν σοφόν, οὐ συγκατατιθεμένων οὐδʼ εἰκόντων δεομένους ἡμῶν, ἀλλὰ πραττόντων μόνον καὶ ὁρμώντων ἐπὶ τὸ φαινόμενον· ἡμᾶς δὲ φαύλους ὄντας <milestone unit="tlnum" n="5"/> ὑπʼ ἀσθενείας συγκατατίθεσθαι ταῖς τοιαύταις φαντασίαις.</q> ἡ δὲ τούτων τῶν λόγων ταραχὴ καὶ διαφορὰ πρὸς αὐτοὺς οὐ πάνυ δυσθεώρητός ἐστιν. ὁ γὰρ οὐ δεόμενος συγκατατιθεμένων ἀλλὰ πραττόντων μόνον, οἷς ἐνδίδωσι τὰς φαντασίας, εἴτε <milestone unit="tlnum" n="10"/> θεὸς εἴτε σοφός, οἶδεν ὅτι πρὸς τὸ πράττειν ἀρκοῦσιν αἱ φαντασίαι καὶ παρέλκουσιν αἱ συγκαταθέσεις· ὡς εἴ γε, γιγνώσκων ὅτι πρακτικὴν ὁρμὴν οὐ παρίστησι φαντασία δίχα συγκαταθέσεως, ψευδεῖς <milestone unit="stephpage" xml:id="stephpage-1057c" n="1057c"/> ἐνεργάζεται καὶ πιθανὰς φαντασίας, ἑκὼν αἴτιός ἐστι <milestone unit="tlnum" n="15"/> τοῦ προπίπτειν καὶ ἁμαρτάνειν ἀκαταλήπτοις συγκατατιθεμένους.</p></div></div></body></text></TEI>