<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2"><div type="textpart" subtype="section" n="42"><p rend="indent">τὸν ἀέρα ποτὲ μὲν ἀνωφερῆ καὶ κοῦφον εἶναί φησι, ποτὲ δὲ μήτε βαρὺν μήτε κοῦφον. ἐν μὲν οὖν τῷ δευτέρῳ περὶ Κινήσεως <q>τό τε πῦρ ἀβαρὲς ὂν ἀνωφερὲς εἶναι λέγει καὶ τούτῳ παραπλησίως <milestone unit="tlnum" n="25"/> τὸν ἀέρα, τοῦ μὲν ὕδατος τῇ γῇ μᾶλλον προσνεμομένου τοῦ δʼ ἀέρος τῷ πυρί</q> ἐν δὲ ταῖς Φυσικαῖς Τέχναις ἐπὶ τὴν ἑτέραν ῥέπει δόξαν, ὡς <pb xml:id="v.6.p.270"/> <milestone unit="stephpage" xml:id="stephpage-1053f" n="1053f"/> <q>μήτε βάρος ἐξ αὑτοῦ μήτε κουφότητα τοῦ ἀέρος ἔχοντος.</q> </p></div><div type="textpart" subtype="section" n="43"><p rend="indent">τὸν ἀέρα φύσει ζοφερὸν εἶναι λέγει, καὶ τούτῳ τεκμηρίῳ χρῆται τοῦ καὶ ψυχρὸν εἶναι πρώτως· <milestone unit="tlnum" n="5"/> <q>ἀντικεῖσθαι γὰρ αὐτοῦ τὸ μὲν ζοφερὸν πρὸς τὴν λαμπρότητα τὸ δὲ ψυχρὸν πρὸς τὴν θερμότητα τοῦ πυρός.</q> ταῦτα κινῶν ἐν τῷ πρώτῳ περὶ Φυσικῶν Ζητημάτων πάλιν ἐν τοῖς περὶ Ἕξεων <q>οὐδὲν ἄλλο τὰς· ἕξεις πλὴν ἀέρας εἶναί φησιν· ὑπὸ τούτων γὰρ <milestone unit="tlnum" n="10"/> συνέχεται τὰ σώματα· καὶ τοῦ ποιὸν ἕκαστον εἶναι τῶν ἕξει συνεχομένων ὁ συνέχων αἴτιος ἀήρ ἐστιν, ὃν σκληρότητα μὲν ἐν σιδήρῳ πυκνότητα δʼ ἐν λίθῳ λευκότητα δʼ ἐν ἀργύρῳ καλοῦσι,</q> πολλὴν <milestone unit="stephpage" xml:id="stephpage-1054a" n="1054a"/> ἀτοπίαν καὶ μάχην τούτων ἐχόντων· εἰ μὲν γὰρ <milestone unit="tlnum" n="15"/> μένει ὁποῖὸς γʼ ἐστι φύσει, πῶς τὸ μέλαν ἐν τῷ μὴ λευκῷ λευκότης γίγνεται καὶ τὸ μαλθακὸν ἐν τῷ μὴ σκληρῷ σκληρότης καὶ τὸ μανὸν ἐν τῷ μὴ πυκνῷ πυκνότης; εἰ δὲ μιγνύμενος ἐν τούτοις ἐξίσταται καὶ συνομοιοῦται, πῶς ἕξις ἐστὶν ἢ δύναμις <milestone unit="tlnum" n="20"/> ἢ αἰτία τούτων, ὑφʼ ὧν κρατεῖται; πάσχοντος γάρ ἐστιν, οὐ δρῶντος οὐδὲ συνέχοντος ἀλλʼ ἐξασθενοῦντος, ἡ τοιαύτη μεταβολή, καθʼ ἣν ἀπόλλυσι τὰς αὑτοῦ ποιότητας, καίτοι πανταχοῦ τὴν ὕλην ἀργὸν ἐξ ἑαυτῆς καὶ ἀκίνητον ὑποκεῖσθαι ταῖς ποιότησιν <milestone unit="tlnum" n="25"/> ἀποφαίνουσι, τὰς δὲ ποιότητας πνεύματα οὔσας καὶ τόνους ἀερώδεις, οἷς ἂν ἐγγένωνται μέρεσι τῆς ὕλης, εἰδοποιεῖν ἕκαστα καὶ σχηματίζειν. ταῦτα δʼ οὐκ ἔνεστι λέγειν αὐτοῖς, τὸν ἀέρα φύσει <milestone unit="stephpage" xml:id="stephpage-1054b" n="1054b"/> τοιοῦτον ὑποτιθεμένοις· ἕξις γὰρ ὢν καὶ τόνος αὑτῷ <pb xml:id="v.6.p.271"/> συνεξομοιώσει τῶν σωμάτων ἕκαστον, ὥστε μέλαν εἶναι καὶ μαλθακόν· εἰ δὲ τῇ πρὸς ἐκεῖνα κράσει τὰς ἐναντίας λαμβάνει μορφὰς αἷς ἔχειν πέφυκεν, ὕλη τρόπον τινὰ τῆς ὕλης οὐκ αἴτιον οὐδὲ δύναμίς ἐστιν. </p></div></div></body></text></TEI>