<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2"><div type="textpart" subtype="section" n="36"><p rend="indent">πάλιν ἐν τῷ πρώτῳ περὶ Δικαιοσύνης εἰπὼν <milestone unit="stephpage" xml:id="stephpage-1051b" n="1051b"/> περὶ τῶν θεῶν, ὡς ἐνισταμένων ἐνίοις ἀδικήμασι, <milestone unit="tlnum" n="15"/> <q>κακίαν δέ</q> φησὶ <q>καθόλου ἆραι οὔτε δυνατόν ἐστιν οὔτʼ ἔχει καλῶς; ἀρθῆναι</q> ἀλλʼ εἰ μὲν οὑκ ἔχει καλῶς ἀρθῆναι τὴν ἀνομίαν τὴν ἀδικίαν τὴν ἀβελτερίαν, οὐ τοῦ παρόντος ἐστὶ λόγου ζητεῖν· αὐτὸς δὲ τὴν κακίαν, ὅσον ἐφʼ ἑαυτῷ, διὰ τοῦ φιλοσοφεῖν <milestone unit="tlnum" n="20"/> ἀναιρῶν, ἣν οὐκ ἔχει καλῶς ἀναιρεῖν, μαχόμενὸν τι ποιεῖ καὶ τῷ λόγῳ καὶ τῷ θεῷ· πρὸς δὲ τούτοις λέγων ἐνίοις ἀδικήμασιν ἐνίστασθαι τὸν θεὸν ἔμφασιν πάλιν τῆς τῶν ἁμαρτημάτων δίδωσιν ἀνοσιότητος. </p></div><div type="textpart" subtype="section" n="37"><p rend="indent"><milestone unit="tlnum" n="25"/> ἔτι περὶ τοῦ μηδὲν ἐγκλητὸν εἶναι μηδὲ <pb xml:id="v.6.p.263"/> <milestone unit="stephpage" xml:id="stephpage-1051c" n="1051c"/> μεμπτὸν ἐν τῷ κόσμῳ, κατὰ τὴν ἀρίστην φύσιν ἁπάντων παραγομένων, πολλάκις γεγραφὼς ἔστιν ὅπου πάλιν ἐγκλητάς τινας ἀμελείας οὐ περὶ μικρὰ καὶ φαῦλα καταλείπει. ἐν γοῦν τῷ τρίτῳ περὶ Οὐσίας <milestone unit="tlnum" n="5"/> μνησθεὶς ὅτι συμβαίνει τινὰ τοῖς καλοῖς; κἀγαθοῖς τοιαῦτα <q>πότερον</q> φησὶν <q>ἀμελουμένων τινῶν, καθάπερ ἐν οἰκίαις μείζοσι παραπίπτει τινὰ πίτυρα καὶ ποσοὶ πυροί τινες, τῶν ὅλων εὖ οἰκονομουμένων· ἢ διὰ τὸ καθίστασθαι ἐπὶ τῶν τοιούτων <milestone unit="tlnum" n="10"/> δαιμόνια φαῦλα, ἐν οἷς τῷ ὄντι γίγνονται καὶ ἐγκλητέαι ἀμέλειαι;</q> φησὶ δὲ πολὺ καὶ τὸ τῆς ἀνάγκης μεμῖχθαι. τὸ μὲν οὖν τὰ τοιαῦτα συμπτώματα τῶν καλῶν κἀγαθῶν ἀνδρῶν, οἷον ἡ Σωκράτους καταδίκη καὶ ὁ Πυθαγόρου ζῶντος ἐμπρησμὸς ὑπὸ <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-1051d" n="1051d"/> τῶν Κυλωνείων καὶ Ζήνωνος ὑπὸ Δημύλου τοῦ τυράννου καὶ Ἀντιφῶντος ὑπὸ Διονυσίου στρεβλουμένων ἀναιρέσεις, πιτύροις παραπίπτουσιν ἀπεικάζειν, ὅσης ἐστὶν εὐχερείας, ἐῶ· τὸ δὲ φαύλους δαίμονας ἐκ προνοίας ἐπὶ τὰς τοιαύτας ἐπιστασίας καθίστασθαι <milestone unit="tlnum" n="20"/> πῶς οὐκ ἔστιν ἔγκλημα τοῦ θεοῦ, καθάπερ βασιλέως κακοῖς καὶ ἐμπλήκτοις σατράπαις καὶ στρατηγοῖς διοικήσεις ἐπιτρέποντος καὶ περιορῶντος ὑπὸ τούτων ἀμελουμένους καὶ παροινουμένους τοὺς ἀρίστους; καὶ μὴν εἰ πολὺ τὸ τῆς ἀνάγκης· μέμικται τοῖς πράγμασιν <milestone unit="tlnum" n="25"/> οὔτε κρατεῖ πάντων ὁ θεὸς οὔτε πάντα κατὰ τὸν ἐκείνου λόγον διοικεῖται. </p></div><div type="textpart" subtype="section" n="38"><pb xml:id="v.6.p.264"/><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-1051e" n="1051e"/> πρὸς τὸν Ἐπίκουρον μάλιστα μάχεται καὶ πρὸς τοὺς ἀναιροῦντας τὴν πρόνοιαν ἀπὸ τῶν ἐννοιῶν, ἃς ἔχομεν περὶ θεῶν, εὐεργετικοὺς καὶ φιλανθρώπους ἐπινοοῦντες. καὶ τούτων πολλαχοῦ <milestone unit="tlnum" n="5"/> γραφομένων καὶ λεγομένων παρʼ αὐτοῖς οὐδὲν ἔδει λέξεις παρατίθεσθαι καὶ τὸ χρηστοὺς ἅπαντας εἶναι τοὺς θεοὺς προσλαμβάνειν. ὅρα γὰρ οἷα· Ἰουδαῖοι καὶ Σύροι περὶ θεῶν φρονοῦσιν, ὅρα τὰ τῶν ποιητῶν πόσης ἐμπέπλησται δεισιδαιμονίας. φθαρτὸν <milestone unit="tlnum" n="10"/> <milestone unit="stephpage" xml:id="stephpage-1051f" n="1051f"/> δὲ καὶ γενητὸν οὐδεὶς ὡς ἔπος εἰπεῖν διανοεῖται θεόν. ὧν ἵνα τοὺς ἄλλους ἀφῶ πάντας, Ἀντίπατρος ὁ Ταρσεὺς ἐν τῷ περὶ Θεῶν γράφει ταῦτα κατὰ λέξιν <q>πρὸ δὲ τοῦ σύμπαντος λόγου τὴν ἐνάργειαν, ἣν ἔχομεν περὶ θεοῦ, διὰ βραχέων ἐπιλογιούμεθα. <milestone unit="tlnum" n="15"/> θεὸν τοίνυν νοοῦμεν ζῷον μακάριον καὶ ἄφθαρτον καὶ εὐποιητικὸν ἀνθρώπων</q> εἶτα τούτων ἕκαστον ἀφηγούμενος φησιν οὕτω <q>καὶ μὴν ἀφθάρτους αὐτοὺς ἡγοῦνται πάντες.</q> οὐδεὶς οὖν ἐστι τῶν πάντων ὁ Χρύσιππος κατʼ Ἀντίπατρον· οὐδένα γὰρ <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-1052a" n="1052a"/> οἴεται πλὴν τοῦ πυρὸς ἄφθαρτον εἶναι τῶν θεῶν, ἀλλὰ πάντας ὁμαλῶς καὶ γεγονότας καὶ φθαρησομένους. ταῦτα δὲ πανταχοῦ, ὡς ἔπος εἰπεῖν, ὑπʼ αὐτοῦ λέγεται. παραθήσομαι δὲ λέξιν ἐκ τοῦ τρίτου <pb xml:id="v.6.p.265"/> περὶ Θεῶν <q>καθʼ ἕτερον λόγον οἱ μὲν γὰρ γενητοὶ εἶναι καὶ φθαρτοὶ λέγονται, οἱ δʼ ἀγένητοι· καὶ ταῦτʼ ἀπʼ ἀρχῆς ὑποδείκνυσθαι φυσικώτερον. ἥλιος μὲν γὰρ καὶ σελήνη καὶ οἱ ἄλλοι θεοὶ παραπλήσιον <milestone unit="tlnum" n="5"/> ἔχοντες λόγον γενητοὶ εἰσιν, ὁ δὲ Ζεὺς ἀίδιός ἐστιν.</q> καὶ πάλιν προελθὼν <q>ὅμοια δὲ καὶ περὶ τοῦ φθίνειν καὶ περὶ τοῦ γενέσθαι ῥηθήσεται, περί τε τῶν ἄλλων θεῶν καὶ τοῦ Διός· οἱ μὲν γὰρ φθαρτοί εἰσι· τοῦ δὲ <milestone unit="stephpage" xml:id="stephpage-1052b" n="1052b"/> τὰ μέρη ἄφθαρτα</q> τούτοις ἔτι βούλομαι παραβαλεῖν <milestone unit="tlnum" n="10"/> μικρὰ τῶν ὑπὸ τοῦ Ἀντιπάτρου λεγομένων· <q>ὅσοι δὲ περιαιροῦνται τὸ εὐποιητικὸν ἐκ τῶν θεῶν, ἀπὸ μέρους προσβάλλουσι τῇ τούτων προλήψει· κατὰ τὸν αὐτὸν λόγον καὶ οἱ νομίζοντες αὐτοὺς γενέσεώς τε καὶ φθορᾶς κοινωνεῖν</q> εἴπερ οὖν ἐπίσης ἄτοπος <milestone unit="tlnum" n="15"/> ὁ φθαρτοὺς ἡγούμενος τοὺς θεοὺς τῷ μὴ νομίζοντι προνοητικοὺς εἶναι καὶ φιλανθρώπους, ἐπίσης; διαπέπτωκεν Ἐπικούρῳ Χρύσιππος· ὁ μὲν γὰρ τὸ εὐποιητικὸν ὁ δὲ τὸ ἄφθαρτον ἀφαιρεῖται τῶν θεῶν. </p></div><div type="textpart" subtype="section" n="39"><p rend="indent">καὶ μὴν ἐν τῷ τρίτῳ περὶ Θεῶν ὁ Χρύσιππος <milestone unit="tlnum" n="20"/> περὶ τοῦ τρέφεσθαι τοὺς ἄλλους θεοὺς τάδε <milestone unit="stephpage" xml:id="stephpage-1052c" n="1052c"/> λέγει <q>τροφῇ τε οἱ μὲν ἄλλοι θεοὶ χρῶνται, παραπλησίως συνεχόμενοι διʼ αὐτήν· ὁ δὲ Ζεὺς καὶ ὁ κόσμος καθʼ ἕτερον τρόπον ἀναλισκομένων καὶ ἐκ <pb xml:id="v.6.p.266"/> πυρὸς γινομένων</q> ἐνταῦθα μὲν οὖν ἀποφαίνεται πάντας τοὺς ἄλλους θεοὺς τρέφεσθαι, πλὴν τοῦ κόσμου καὶ τοῦ Διός· ἐν δὲ τῷ πρώτῳ περὶ Προνοίας <q>τὸν Δία φησὶν αὔξεσθαι, μέχρι ἂν εἰς αὑτὸν <milestone unit="tlnum" n="5"/> ἅπαντα καταναλώσῃ. ἐπεὶ γὰρ ὁ θάνατος μέν ἐστι χωρισμὸς ψυχῆς ἀπὸ τοῦ σώματος, ἡ δὲ τοῦ κόσμου ψυχὴ οὐ χωρίζεται μὲν αὔξεται δὲ συνεχῶς μέχρι ἂν εἰς ἑαυτὴν καταναλώσῃ τὴν ὕλην, οὐ ῥητέον ἀποθνήσκειν τὸν κόσμον</q> τίς ἂν οὖν ἐναντιώτερα <milestone unit="tlnum" n="10"/> λέγων ἑαυτῷ φανείη τοῦ τὸν αὐτὸν θεὸν νῦν μὲν <milestone unit="stephpage" xml:id="stephpage-1052d" n="1052d"/> αὔξεσθαι νῦν δὲ μὴ τρέφεσθαι λέγοντος; καὶ τοῦτʼ οὐ δεῖ συλλογίζεσθαι· σαφῶς γὰρ αὐτὸς ἐν τῷ αὐτῷ γέγραφεν <q>αὐτάρκης δʼ εἶναι λέγεται μόνος ὁ κόσμος διὰ τὸ μόνος ἐν αὑτῷ πάντʼ ἔχειν ὧν δεῖται· καὶ <milestone unit="tlnum" n="15"/> τρέφεται ἐξ αὑτοῦ καὶ αὔξεται, τῶν ἄλλων μορίων εἰς ἄλληλα καταλλαττομένων</q> οὐ μόνον οὖν ἐν ἐκείνοις τοὺς ἄλλους θεοὺς ἀποφαίνων τρεφομένους, πλὴν τοῦ κόσμου καὶ τοῦ Διός, ἐν τούτοις δὲ καὶ τὸν κόσμον λέγων τρέφεσθαι, μάχεται πρὸς ἑαυτόν· <milestone unit="tlnum" n="20"/> ἀλλʼ ἔτι μᾶλλον, ὅτι τὸν κόσμον αὔξεσθαί φησιν <milestone unit="stephpage" xml:id="stephpage-1052e" n="1052e"/> ἐξ ἑαυτοῦ τρεφόμενον. τοὐναντίον δʼ εἰκὸς ἦν τοῦτον μόνον μὴ αὔξεσθαι τὴν αὑτοῦ φθίσιν ἔχοντα τροφήν, τοῖς δʼ ἄλλοις θεοῖς ἔξωθεν τρεφομένοις ἐπίδοσιν γίγνεσθαι καὶ αὔξησιν καὶ μᾶλλον εἰς <milestone unit="tlnum" n="25"/> τούτους καταναλίσκεσθαι τὸν κόσμον, εἲ γʼ ἐκείνῳ μὲν ἐξ αὑτοῦ τούτοις δʼ ἀπʼ ἐκείνου λαμβάνειν ἀεὶ τι καὶ τρέφεσθαι συμβέβηκε. <pb xml:id="v.6.p.267"/> </p></div><div type="textpart" subtype="section" n="40"><p rend="indent">δεύτερον τοίνυν ἡ τῶν θεῶν ἔννοια περιέχει τὸ εὔδαιμον καὶ μακάριον καὶ αὐτοτελές. διὸ καὶ τὸν Εὐριπίδην ἐπαινοῦσιν εἰπόντα <quote rend="blockquote"><l>δεῖται γὰρ ὁ θεός, εἴπερ ἔστʼ ὀρθῶς; θεός, <milestone unit="tlnum" n="5"/> </l><l> οὐδενός· ἀοιδῶν οἵδε δύστηνοι λόγοι.</l></quote> ἀλλʼ ὅ γε Χρύσιππος, ἐν οἷς παρεθέμην, αὐτάρκη <milestone unit="stephpage" xml:id="stephpage-1052f" n="1052f"/> μόνον εἶναι τὸν κόσμον φησὶ διὰ τὸ μόνον ἐν αὑτῷ πάντʼ ἔχειν ὧν δεῖται. τί οὖν ἕπεται τῷ μόνον αὐτάρκη τὸν κόσμον εἶναι; τὸ μήτε τὸν ἣλιον αὐτάρκη <milestone unit="tlnum" n="10"/> μήτε τὴν σελήνην εἶναι μήτε ἄλλον τινὰ τῶν θεῶν, αὐτάρκεις δὲ μὴ ὄντες οὐκ ἂν εἶεν εὐδαίμονες οὐδὲ μακάριοι. </p></div></div></body></text></TEI>