<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg136.perseus-grc2"><div type="textpart" subtype="section" n="21"><p rend="indent"><milestone unit="tlnum" n="25"/> ἐν δὲ τῷ περὶ Πολιτείας οὐδὲν ἡδονῆς ἕνεκα <pb xml:id="v.6.p.244"/> πράξειν οὐδὲ παρασκευάσεσθαί φησι τοὺς πολίτας· καὶ τὸν Εὐριπίδην ἐπαινεῖ ταῦτα προφερόμενος <quote rend="blockquote"><l>ἐπεὶ τί δεῖ βροτοῖσι πλὴν δυοῖν μόνων, </l><l>Δήμητρος ἀκτῆς πώματὸς θʼ ὑδρηχόου;</l></quote> <milestone unit="tlnum" n="5"/> εἶτα μικρὸν ἀπὸ τούτων προελθὼν ἐπαινεῖ τὸν Διογένη τὸ αἰδοῖον ἀποτριβόμενον ἐν φανερῷ καὶ λέγοντα πρὸς τοὺς παρόντας <q>εἴθε καὶ τὸν λιμὸν οὕτως ἀποτρίψασθαι τῆς γαστρὸς ἠδυνάμην</q> τίνʼ οὖν ἔχει λόγον ἐν τοῖς αὐτοῖς ἐπαινεῖν τὸν ἐκβάλλοντα <milestone unit="tlnum" n="10"/> τὴν ἡδονὴν ἅμα καὶ τὸν ἡδονῆς ἕνεκα τοιαῦτα πράττοντα καὶ τοιαύτης ἁπτόμενον αἰσχρουργίας; <milestone unit="stephpage" xml:id="stephpage-1044c" n="1044c"/> γράψας τοίνυν ἐν τοῖς περὶ Φύσεως ὅτι πολλὰ τῶν ζῴων ἕνεκα κάλλους ἡ φύσις ἐνήνοχε, φιλοκαλοῦσα καὶ χαίρουσα τῇ ποικιλίᾳ καὶ λόγον <milestone unit="tlnum" n="15"/> ἐπειπὼν παραλογώτατον ὡς <q>ὁ ταὼς ἕνεκα τῆς οὐρᾶς γέγονε διὰ τὸ κάλλος αὐτῆς,</q> αὖθις ἐν τῷ περὶ Πολιτείας νεανικῶς ἐπιτετίμηκε τοῖς ταὼς τρέφουσι καὶ ἀηδόνας, ὥσπερ ἀντινομοθετῶν τῷ τοῦ κόσμου νομοθέτῃ καὶ τῆς φύσεως καταγελῶν φιλοκαλούσης <milestone unit="tlnum" n="20"/> περὶ τὰ τοιαῦτα τῶν ζῴων, οἷς ὁ σοφὸς ἐν τῇ πόλει τόπον οὐ δίδωσι. πῶς γὰρ οὐκ ἄτοπον ἐγκαλεῖν τοῖς τρέφουσιν ἃ γεννῶσαν ἐπαινεῖ τὴν πρόνοιαν; <milestone unit="stephpage" xml:id="stephpage-1044d" n="1044d"/> ἐν μὲν οὖν τῷ πέμπτῳ περὶ Φύσεως εἰπὼν ὅτι <q>οἱ κόρεις εὐχρήστως ἐξυπνίζουσιν ἡμᾶς καὶ οἱ μύες <milestone unit="tlnum" n="25"/> ἐπιστρέφουσιν ἡμᾶς μὴ ἀμελῶς ἕκαστα τιθέναι, φιλοκαλεῖν δὲ τὴν φύσιν τῇ ποικιλίᾳ χαίρουσαν εἰκός ἐστι,</q> ταῦτα κατὰ λέξιν εἴρηκε <q>γένοιτο δʼ ἂν <pb xml:id="v.6.p.245"/> μάλιστα τούτου ἔμφασις ἐπὶ τῆς κέρκου τοῦ ταὼ ἐνταῦθα γὰρ ἐπιφαίνει τὸ ζῷον γεγονέναι ἕνεκα τῆς κέρκου καὶ οὐκ ἀνάπαλιν, τῷ δʼ ἄρρενι γινομένῳ οὕτως ἡ θήλεια γοῦν ἠκολούθηκεν. ἐν δὲ <milestone unit="tlnum" n="5"/> τῷ περὶ Πολιτείας εἰπὼν ὅτι <q>ἐγγύς ἐσμεν τοῦ καὶ τοὺς κοπρῶνας ζῳγραφεῖν</q> μετʼ ὀλίγον τὰ γεωργικά φησι καλλωπίζειν τινὰς ἀναδενδράσι καὶ μυρρίναις, <milestone unit="stephpage" xml:id="stephpage-1044e" n="1044e"/> καὶ ταὼς καὶ περιστερὰς τρέφουσι καὶ πέρδικας ἵνα κακκαβίζωσιν αὐτοῖς καὶ ἀηδόνας.</q> ἡδέως δʼ ἂν <milestone unit="tlnum" n="10"/> αὐτοῦ πυθοίμην, τί φρονεῖ περὶ μελιττῶν καὶ μέλιτος· ἦν μὲν γὰρ ἀκόλουθον τῷ τοὺς κόρεις εὐχρήστως τὸ τὰς μελίττας ἀχρήστως; φάναι γεγονέναι εἰ δὲ ταύταις τόπον ἐν τῇ πόλει δίδωσι, διὰ τί τῶν πρὸς ἀκοὴν καὶ ὄψιν ἐπιτερπῶν ἀπείργει τοὺς πολίτας; <milestone unit="tlnum" n="15"/> καθόλου δʼ ὥσπερ ὁ τοὺς συνδείπνους μεμφόμενος ὅτι χρῶνται τραγήμασι καὶ οἴνῳ καὶ ὄψοις, τὸν δʼ ἐπὶ ταῦτα κεκληκότα καὶ ταῦτα παρεσκευασμένον ἐπαινῶν ἄτοπός ἐστιν οὕτως ὁ τὴν μὲν πρόνοιαν ἐγκωμιάζων ἰχθῦς καὶ ὄρνιθας καὶ μέλι καὶ οἶνον <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-1044f" n="1044f"/> παρασκευάσασαν, ἐγκαλῶν δὲ τοῖς μὴ παραπέμπουσι ταῦτα μηδʼ ἀρκουμένοις <quote rend="blockquote"><l>Δήμητρος ἀκτῇ πώμασὶν θʼ ὑδρηχόοις, </l><l>ἅπερ πάρεστι καὶ πέφυχ̓ ἡμᾶς τρέφειν</l></quote> οὐδένα ποιεῖσθαι λόγον ἔοικε τοῦ τἀναντία λέγειν <milestone unit="tlnum" n="25"/> ἑαυτῷ. <pb xml:id="v.6.p.246"/> </p></div><div type="textpart" subtype="section" n="22"><p rend="indent">καὶ μὴν ἐν τῷ τῶν Προτρεπτικῶν εἰπὼν ὅτι <q>καὶ τὸ μητράσιν ἢ ἀδελφαῖς ἢ θυγατράσιν συγγενέσθαι καὶ τὸ φαγεῖν τι καὶ προελθεῖν ἀπὸ λεχοῦς ἢ θανάτου πρὸς ἱερὸν ἀλόγως διαβέβληται· <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-1045a" n="1045a"/> καὶ πρὸς τὰ θηρία</q> φησὶ <q>δεῖν ἀποβλέπειν καὶ τοῖς ὑπʼ ἐκείνων γιγνομένοις τεκμαίρεσθαι τὸ μηδὲν ἄτοπον μηδὲ παρὰ φύσιν εἶναι τῶν τοιούτων· εὐκαίρως γὰρ πρὸς ταῦτα γίγνεσθαι τὰς τῶν ἄλλων ζῴων παραθέσεις εἰς τὸ μήτε συγγιγνόμενα μήτε <milestone unit="tlnum" n="10"/> γεννῶντα μήτʼ ἐναποθνήσκοντα ἐν τοῖς ἱεροῖς μιαίνειν τὸ θεῖον.</q> ἐν δὲ τῷ πέμπτῳ πάλιν περὶ Φύσεως λέγει <q>καλῶς μὲν ἀπαγορεύειν τὸν Ἡσίοδον εἰς ποταμοὺς καὶ κρήνας οὐρεῖν· ἔτι δὲ μᾶλλον ἀφεκτέον εἶναι τοῦ πρὸς βωμὸν οὐρεῖν ἢ ἀφίδρυμα <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-1045b" n="1045b"/> θεοῦ· μὴ γὰρ εἶναι πρὸς λόγον, εἰ κύνες καὶ ὄνοι τοῦτο ποιοῦσι καὶ παιδάρια νήπια, μηδεμίαν ἐπιστροφὴν μηδʼ ἐπιλογισμὸν ἔχοντα περὶ τῶν τοιούτων.</q> ἄτοπον μὲν οὖν τὸ ἐκεῖ μὲν εὔκαιρον εἰπεῖν τὴν τῶν ἀλόγων ζῴων ἀποθεώρησιν, ἐνταῦθα δʼ <milestone unit="tlnum" n="20"/> ἀπὸ λόγου. </p></div><div type="textpart" subtype="section" n="23"><p rend="indent">τοῦ κατηναγκάσθαι δοκοῦντος ὑπὸ τῶν ἔξωθεν αἰτιῶν ταῖς ὁρμαῖς ἀπόλυσιν πορίζειν, ἔνιοι τῶν φιλοσόφων ἐπελευστικήν τινα κίνησιν ἐν τῷ ἡγεμονικῷ κατασκευάζουσιν, ἐπὶ τῶν ἀπαραλλάκτων <pb xml:id="v.6.p.247"/> μάλιστα γιγνομένην ἔκδηλον· ὅταν γὰρ δυεῖν ἴσον δυναμένων καὶ ὁμοίως ἐχόντων θάτερον λαβεῖν <milestone unit="stephpage" xml:id="stephpage-1045c" n="1045c"/> ἀνάγκη, μηδεμιᾶς αἰτίας ἐπὶ θάτερον ἀγούσης τῷ μηδὲν τοῦ ἑτέρου διαφέρειν, ἡ ἐπελευστικὴ δύναμις <milestone unit="tlnum" n="5"/> αὕτη τῆς ψυχῆς ἐπίκλισιν ἐξ αὑτῆς λαβοῦσα διέκοψε τὴν ἀπορίαν. πρὸς τούτους ὁ Χρύσιππος ἀντιλέγων, ὡς βιαζομένους τῷ ἀναιτίῳ τὴν φύσιν, ἐν πολλοῖς παρατίθησι <q>τὸν ἀστράγαλον καὶ τὸν ζυγὸν καὶ πολλὰ τῶν μὴ δυναμένων ἄλλοτʼ ἄλλας λαμβάνειν <milestone unit="tlnum" n="10"/> πτώσεις καὶ ῥοπὰς ἄνευ τινὸς αἰτίας καὶ διαφορᾶς ἢ περὶ αὐτὰ πάντως; ἢ περὶ τὰ ἔξωθεν γιγνομένης· τὸ γὰρ ἀναίτιον ὅλως ἀνύπαρκτον εἶναι καὶ τὸ αὐτόματον ἐν δὲ ταῖς πλαττομέναις ὑπʼ ἐνίων καὶ <milestone unit="stephpage" xml:id="stephpage-1045d" n="1045d"/> λεγομέναις ταύταις ἐπελεύσεσιν αἰτίας ἀδήλους ὑποτρέχειν <milestone unit="tlnum" n="15"/> καὶ λανθάνειν ἡμᾶς ἐπὶ θάτερα τὴν ὁρμὴν ἀγούσας.</q> ταῦτα μὲν οὖν ἐν τοῖς γνωριμωτάτοις ἐστὶ τῶν ὑπʼ αὐτοῦ πολλάκις εἰρημένων. ἃ δὲ τούτοις πάλιν αὐτὸς ἐξ ἐναντίας εἴρηκεν, οὐχ ὁμοίως οὕτως ἐν μέσῳ κείμενα, διʼ αὐτῶν παραθήσομαι <milestone unit="tlnum" n="20"/> τῶν ἐκείνου λέξεων. ἐν μὲν γὰρ τῷ περὶ τοῦ Δικάζειν ὑποθέμενος δύο δρομεῖς ὁμοῦ συνεκπίπτειν ἀλλήλοις διαπορεῖ τί τῷ βραβευτῇ καθήκει ποιῆσαι· <q>πότερον</q> φησίν <q>ἔξεστι τὸν βραβευτὴν τὸν φοίνικα Ο φη Ὀφ ο ὁποτέρῳ βούλεται, ἀποδοῦναι; κἂν τύχωσιν αὐτῷ <pb xml:id="v.6.p.248"/> <milestone unit="stephpage" xml:id="stephpage-1045e" n="1045e"/> συνηθέστεροι ὄντες, ὡς ἂν ἐνταῦθα τῶν αὑτοῦ τι χαρισάμενον; τρόπον τινὰ μᾶλλον, ὡς κοινοῦ τοῦ φοίνικος γεγονότος ἀμφοτέρων, οἱονεί τινος κλήρου γινομένου ἀδήλως, κατὰ τὴν ἐπίκλισιν, ὡς ἔτυχε, <milestone unit="tlnum" n="5"/> δοῦναι αὐτόν; λέγω δʼ ἣν ἔτυχεν ἐπίκλισιν, οἵα γίνεται, ὅταν δυεῖν προκειμένων δραχμῶν ὁμοίων κατὰ τὰ λοιπὰ ἐπὶ τὴν ἑτέραν ἐπικλίναντες λαμβάνωμεν αὐτήν.</q> ἐν δὲ τῷ ἕκτῳ περὶ Καθήκοντος <q>εἶναί τινα φήσας πράγματα μὴ πάνυ πολλῆς ἄξια <milestone unit="tlnum" n="10"/> ὄντα πραγματείας μηδὲ προσοχῆς</q> ἀφιέναι περὶ <milestone unit="stephpage" xml:id="stephpage-1045f" n="1045f"/> ταῦτα τῇ ὡς ἔτυχεν ἐπικλίσει τῆς διανοίας οἴεται δεῖν τὴν αἵρεσιν ἀποκληρώσαντας· <q>οἷον</q> φησὶν <q>εἰ τῶν δοκιμαζόντων τάσδε τινὰς δραχμὰς δύο ἐπὶ τοσόνδε οἱ μὲν τήνδε οἱ δὲ τήνδε φαῖεν εἶναι καλήν, <milestone unit="tlnum" n="15"/> δέοι δὲ μίαν αὐτῶν λαβεῖν· τηνικαῦτʼ ἀφέντες τὸ ἐπὶ πλεῖον ἐπιζητεῖν, ἣν ἔτυχε ληψόμεθα, κατʼ ἄδηλὸν τινʼ ἀποκληρώσαντες αὐτὰς λόγον, καὶ εἰ μάλιστα τὴν μοχθηρὰν ληψόμεθα αὐτῶν.</q> ἐν τούτοις γὰρ ἀποκλήρωσις καὶ τὸ ὡς ἔτυχεν ἐπικλῖνον τῆς <milestone unit="tlnum" n="20"/> διανοίας, ἄνευ πάσης αἰτίας εἰσάγει τῶν ἀδιαφόρων λῆψιν. <pb xml:id="v.6.p.249"/> </p></div><div type="textpart" subtype="section" n="24"><p rend="indent">ἐν τῷ τρίτῳ περὶ τῆς Διαλεκτικῆς ὑπειπὼν ὅτι <q>Πλάτων ἐσπούδασε περὶ τὴν διαλεκτικὴν καὶ Ἀριστοτέλης καὶ ἀπὸ τούτων οἱ ἄχρι Πολέμωνος <milestone unit="stephpage" xml:id="stephpage-1046a" n="1046a"/> καὶ Στράτωνος μάλιστα δὲ Σωκράτης</q> καὶ ἐπιφωνήσας <milestone unit="tlnum" n="5"/> ὅτι <q>καὶ συνεξαμαρτάνειν ἄν τις ἐθελήσειε τούτοις τοσούτοις καὶ τοιούτοις οὖσιν</q> ἐπιφέρει κατὰ λέξιν <q>εἰ μὲν γὰρ ἐκ παρέργου περὶ αὐτῶν εἰρήκεσαν, τάχʼ ἄν τις διέσυρε τὸν τόπον τοῦτον· οὕτω δʼ αὐτῶν ἐπιμελῶς εἰρηκότων ὡς ἐν ταῖς <milestone unit="tlnum" n="10"/> μεγίσταις δυνάμεσι καὶ ἀναγκαιοτάταις αὐτῆς οὔσης, οὐ πιθανὸν ἐπὶ τοσοῦτον διαμαρτάνειν αὐτοὺς ἐν τοῖς ὅλοις ὄντας οἵους ὑπονοοῦμεν</q> τί οὖν σύ, φήσαι τις ἄν, αὐτὸς ἀνδράσι τοιούτοις καὶ τοσούτοις οὐδέποτε παύσῃ μαχόμενος οὐδʼ ἐλέγχων, ὡς νομίζεις <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-1046b" n="1046b"/> ἐν τοῖς κυριωτάτοις καὶ μεγίστοις διαμαρτάνοντας; οὐ γὰρ δήπου περὶ μὲν διαλεκτικῆς ἐσπουδασμένως ἔγραψαν, περὶ δʼ ἀρχῆς καὶ τέλους καὶ θεῶν καὶ δικαιοσύνης ἐκ παρέργου καὶ παίζοντες, ἐν οἷς τυφλὸν αὐτῶν ἀποκαλεῖς τὸν λόγον καὶ <milestone unit="tlnum" n="20"/> μαχόμενον αὑτῷ καὶ μυρίας ἄλλας ἁμαρτίας ἔχοντα. </p></div><div type="textpart" subtype="section" n="25"><p rend="indent"><q>τὴν ἐπιχαιρεκακίαν ὅπου μὲν ἀνύπαρκτον εἶναί φησιν ἐπεὶ τῶν μὲν ἀστείων οὐδεὶς ἐπʼ ἀλλοτρίοις κακοῖς χαίρει, τῶν δὲ φαύλων οὐδεὶς χαίρει τὸ παράπαν</q> ἐν δὲ τῷ δευτέρῳ περὶ Ἀγαθοῦ τὸν <milestone unit="tlnum" n="25"/> φθόνον ἐξηγησάμενος ὅτι <q>λύπη ἐστὶν ἐπʼ ἀλλοτρίοις <milestone unit="stephpage" xml:id="stephpage-1046c" n="1046c"/> ἀγαθοῖς, ὡς δήποτε, βουλομένων ταπεινοῦν τοὺς πλησίον, ὅπως ὑπερέχωσιν αὐτοί,</q> συνάπτει τὰ <pb xml:id="v.6.p.250"/> τῆς ἐπιχαιρεκακίας· <q>ταύτῃ δὲ συνεχὴς ἡ ἐπιχαιρεκακία γίγνεται, ταπεινοὺς βουλομένων εἶναι τοὺς πλησίον διὰ τὰς ὁμοίας αἰτίας, καθʼ ἑτέρας δὲ φυσικὰς φορὰς ἐκτρεπομένων, ὁ ἔλεος γίγνεται.</q> <milestone unit="tlnum" n="5"/> δῆλος γάρ ἐστὶν ἐνταῦθα τὴν ἐπιχαιρεκακίαν ὑπαρκτὴν ὥσπερ τὸν φθόνον καὶ τὸν ἔλεον ἀπολιπών, ἣν ἐν ἑτέροις ἀνύπαρκτον εἶναί φησιν ὥσπερ τὴν μισοπονηρίαν καὶ τὴν αἰσχροκέρδειαν. </p></div></div></body></text></TEI>