<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg135.perseus-grc2" type="edition" xml:lang="grc"><div n="4" subtype="section" type="textpart"><p rend="indent">πρὸς δʼ ἀμφοτέροις τούτοις κοινόν ἐστι τὸ μήτε τοῖς πέρασι μήτε τοῖς ἀριθμοῖς μηθὲν ἴχνος ἐνυπάρχειν ἐκείνης τῆς δυνάμεως, ᾗ τὸ αἰσθητὸν ἡ ψυχὴ πέφυκε κρίνειν. νοῦν μὲν γὰρ αὐτῇ καὶ <milestone n="25" unit="tlnum"/> νοητικὸν ἡ τῆς νοητῆς μέθεξις ἀρχῆς; ἐμπεποίηκε, δόξας δὲ καὶ πίστεις καὶ τὸ φανταστικὸν καὶ τὸ <pb xml:id="v.6.p.209"/> <milestone n="1031c" unit="stephpage" xml:id="stephpage-1031c"/> παθητικὸν ὑπὸ τῶν περὶ τὸ σῶμα ποιοτήτων, ὃ οὐκ ἄν τις ἐκ μονάδων οὐδὲ γραμμῶν οὐδʼ ἐπιφανειῶν ἁπλῶς νοήσειεν ἐγγινόμενον. καὶ μὴν οὐ μόνον αἱ τῶν θνητῶν ψυχαὶ γνωστικὴν <milestone n="5" unit="tlnum"/> τοῦ αἰσθητοῦ δύναμιν ἔχουσιν, ἀλλὰ καὶ <q>τὴν τοῦ κόσμου</q> φησὶν <q>ἀνακυκλουμένην αὐτὴν πρὸς ἑαυτήν, ὅταν οὐσίαν σκεδαστὴν ἔχοντός τινος ἐφάπτηται καὶ ὅταν ἀμέριστον, λέγειν κινουμένην διὰ πάσης ἑαυτῆς, ὅτῳ ἄν τι ταὐτὸν καὶ ὅτου ἂν <milestone n="10" unit="tlnum"/> ἕτερον, πρὸς ὅτι τε μάλιστα καὶ ὅπη καὶ ὅπως <milestone n="1031d" unit="stephpage" xml:id="stephpage-1031d"/> συμβαίνει, καὶ τὰ γιγνόμενα πρὸς ἕκαστον ἕκαστα εἶναι καὶ πάσχειν.</q> ἐν τούτοις ἅμα καὶ τῶν δέκα κατηγοριῶν ποιούμενος ὑπογραφὴν ἔτι μᾶλλον τοῖς ἐφεξῆς διασαφεῖ. <q>λόγος γάρ</q> φησιν <q>ἀληθής, ὅταν <milestone n="15" unit="tlnum"/> μὲν περὶ τὸ αἰσθητὸν γίγνηται καὶ ὁ τοῦ θατέρου κύκλος ὀρθὸς ἰὼν εἰς πᾶσαν αὐτοῦ τὴν ψυχὴν διαγγείλῃ, δόξαι καὶ πίστεις γίγνονται βέβαιοι καὶ ἀληθεῖς· ὅταν δʼ αὖ πάλιν περὶ τὸ λογιστικὸν καὶ ὁ τοῦ ταὐτοῦ κύκλος εὔτροχος ὢν αὐτὰ μηνύσῃ, <milestone n="20" unit="tlnum"/> ἐπιστήμη ἐξ ἀνάγκης ἀποτελεῖται. τούτω δὲ ἐν ᾧ τῶν ὄντων ἐγγίγνεσθον, ἐάν, ποτέ τις αὐτὸ ἄλλο πλὴν ψυχὴν προσείπῃ, πᾶν μᾶλλον ἢ τὸ ἀληθὲς; <milestone n="1031e" unit="stephpage" xml:id="stephpage-1031e"/> ἐρεῖ.</q> πόθεν οὖν ἔσχεν ἡ ψυχὴ τὴν ἀντιληπτικὴν τοῦ αἰσθητοῦ καὶ δοξαστικὴν ταύτην κίνησιν, ἑτέραν <milestone n="25" unit="tlnum"/> τῆς νοητικῆς ἐκείνης καὶ τελευτώσης εἰς ἐπιστήμην, ἔργον εἰπεῖν, μὴ θεμένους; βεβαίως ὅτι νῦν οὐχ <pb xml:id="v.6.p.210"/> ἁπλῶς ψυχὴν ἀλλὰ κόσμου ψυχὴν συνίστησιν ἐξ ὑποκειμένης τῆς τε κρείττονος οὐσίας καὶ ἀμερίστου καὶ τῆς χείρονος, ἣν περὶ τὰ σώματα μεριστὴν κέκληκεν, οὐχ ἑτέραν οὖσαν ἢ τὴν δοξαστικὴν καὶ <milestone n="5" unit="tlnum"/> φανταστικὴν καὶ συμπαθῆ τῶν αἰσθητῶν κίνησιν, οὐ γενομένην ἀλλʼ ὑφεστῶσαν ἀίδιον, ὥσπερ ἡ ἑτέρα. τὸ γὰρ νοερὸν ἡ φύσις ἔχουσα καὶ τὸ <milestone n="1031f" unit="stephpage" xml:id="stephpage-1031f"/> δοξαστικὸν εἶχεν· ἀλλʼ ἐκεῖνο μὲν ἀκίνητον καὶ ἀπαθὲς καὶ περὶ τὴν ἀεὶ μένουσαν ἱδρυμένον οὐσίαν· <milestone n="10" unit="tlnum"/> τοῦτο δὲ μεριστὸν καὶ πλανητόν, ἅτε δὴ φερομένης καὶ σκεδαννυμένης ἐφαπτόμενον ὕλης. οὔτε γὰρ τὸ αἰσθητὸν εἰλήχει τάξεως ἀλλʼ ἦν ἄμορφον καὶ ἀόριστον, ἥ τε περὶ τοῦτο τεταγμένη δύναμις οὔτε δόξας ἐνάρθρους οὔτε κινήσεις ἁπάσας εἶχε τεταγμένας, <milestone n="15" unit="tlnum"/> ἀλλὰ τὰς πολλὰς ἐνυπνιώδεις καὶ παραφόρους καὶ ταραττούσας τὸ σωματοειδές, ὅσα μὴ κατὰ τύχην τῷ βελτίονι περιέπιπτεν ἐν μέσῳ γὰρ ἦν ἀμφοῖν καὶ πρὸς ἀμφότερα συμπαθῆ καὶ συγγενῆ φύσιν <milestone n="1032a" unit="stephpage" xml:id="stephpage-1032a"/> εἶχε, τῷ μὲν αἰσθητικῷ τῆς ὕλης ἀντεχομένη τῷ <milestone n="20" unit="tlnum"/> δὲ κριτικῷ τῶν νοητῶν. </p></div></div></body></text></TEI>