<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg135.perseus-grc2" type="edition" xml:lang="grc"><div n="3" subtype="section" type="textpart"><p rend="indent">ὅτι οἱ περὶ τὸν Ποσειδώνιον οὐ μακρὰν τῆς ὕλης ἀπέστησαν τὴν ψυχήν, ἀλλὰ δεξάμενοι τὴν <milestone n="20" unit="tlnum"/> τῶν περάτων οὐσίαν περὶ τὰ σώματα λέγεσθαι <pb xml:id="v.6.p.208"/> επιτομε λιβρι μεριστὴν καὶ ταῦτα τῷ νοητῷ μίξαντες ἀπεφήναντο τὴν ψυχὴν ἰδέαν εἶναι τοῦ πάντῃ διαστατοῦ κατʼ <milestone n="1031a" unit="stephpage" xml:id="stephpage-1031a"/> ἀριθμὸν συνεστῶσαν ἁρμονίαν περιέχοντα· τά τε γὰρ μαθηματικὰ τῶν πρώτων νοητῶν μεταξὺ καὶ <milestone n="5" unit="tlnum"/> τῶν αἰσθητῶν τετάχθαι· τῆς τε ψυχῆς τῷ νοητῷ τὸ ἀίδιον καὶ τῷ αἰσθητικῷ τὸ παθητικὸν ἐχούσης, προσῆκον ἐν μέσῳ τὴν οὐσίαν ὑπάρχειν. ἔλαθε γὰρ καὶ τούτους ὁ θεὸς τοῖς τῶν σωμάτων πέρασιν ὕστερον, ἀπειργασμένης ἤδη τῆς ψυχῆς, χρώμενος <milestone n="10" unit="tlnum"/> ἐπὶ τὴν τῆς ὕλης διαμόρφωσιν, τὸ σκεδαστὸν αὐτῆς καὶ ἀσύνδετον ὁρίζων καὶ περιλαμβάνων ταῖς ἐκ τῶν τριγώνων συναρμοττομένων ἐπιφανείαις. ἀτοπώτερον <milestone n="1031b" unit="stephpage" xml:id="stephpage-1031b"/> δὲ τὸ τὴν ψυχὴν ἰδέαν ποιεῖν· ἡ μὲν γὰρ ἀεικίνητος ἡ δʼ ἀκίνητος, καὶ ἡ μὲν ἀμιγὴς πρὸς <milestone n="15" unit="tlnum"/> τὸ αἰσθητὸν ἡ δὲ τῷ σώματι συνειργμένη· πρὸς δὲ τούτοις ὁ θεὸς τῆς μὲν ἰδέας ὡς παραδείγματος γέγονε μιμητής, τῆς δὲ ψυχῆς ὥσπερ ἀποτελέσματος δημιουργός. ὅτι δʼ οὐδʼ ἀριθμὸν ὁ Πλάτων τὴν οὐσίαν τίθεται τῆς ψυχῆς ἀλλὰ ταττομένην ὑπʼ <milestone n="20" unit="tlnum"/> ἀριθμοῦ, προείρηται. </p></div></div></body></text></TEI>