ὅτι οἱ περὶ τὸν Ποσειδώνιον οὐ μακρὰν τῆς ὕλης ἀπέστησαν τὴν ψυχήν, ἀλλὰ δεξάμενοι τὴν τῶν περάτων οὐσίαν περὶ τὰ σώματα λέγεσθαι επιτομε λιβρι μεριστὴν καὶ ταῦτα τῷ νοητῷ μίξαντες ἀπεφήναντο τὴν ψυχὴν ἰδέαν εἶναι τοῦ πάντῃ διαστατοῦ κατʼ ἀριθμὸν συνεστῶσαν ἁρμονίαν περιέχοντα· τά τε γὰρ μαθηματικὰ τῶν πρώτων νοητῶν μεταξὺ καὶ τῶν αἰσθητῶν τετάχθαι· τῆς τε ψυχῆς τῷ νοητῷ τὸ ἀίδιον καὶ τῷ αἰσθητικῷ τὸ παθητικὸν ἐχούσης, προσῆκον ἐν μέσῳ τὴν οὐσίαν ὑπάρχειν. ἔλαθε γὰρ καὶ τούτους ὁ θεὸς τοῖς τῶν σωμάτων πέρασιν ὕστερον, ἀπειργασμένης ἤδη τῆς ψυχῆς, χρώμενος ἐπὶ τὴν τῆς ὕλης διαμόρφωσιν, τὸ σκεδαστὸν αὐτῆς καὶ ἀσύνδετον ὁρίζων καὶ περιλαμβάνων ταῖς ἐκ τῶν τριγώνων συναρμοττομένων ἐπιφανείαις. ἀτοπώτερον δὲ τὸ τὴν ψυχὴν ἰδέαν ποιεῖν· ἡ μὲν γὰρ ἀεικίνητος ἡ δʼ ἀκίνητος, καὶ ἡ μὲν ἀμιγὴς πρὸς τὸ αἰσθητὸν ἡ δὲ τῷ σώματι συνειργμένη· πρὸς δὲ τούτοις ὁ θεὸς τῆς μὲν ἰδέας ὡς παραδείγματος γέγονε μιμητής, τῆς δὲ ψυχῆς ὥσπερ ἀποτελέσματος δημιουργός. ὅτι δʼ οὐδʼ ἀριθμὸν ὁ Πλάτων τὴν οὐσίαν τίθεται τῆς ψυχῆς ἀλλὰ ταττομένην ὑπʼ ἀριθμοῦ, προείρηται.