κατὰ ταὐτὰ ἔχον ὡς μορφὴν καὶ εἶδος, τὸ δὲ περὶ τὰ σώματα γιγνόμενον μεριστὸν ὡς ὑποδοχὴν καὶ ὕλην, τὸ δὲ μῖγμα κοινὸν ἐξ ἀμφοῖν ἀποτετελεσμένον. ἡ μὲν οὖν ἀμέριστος οὐσία καὶ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχουσα μὴ μικρότητι, καθάπερ τὰ ἐλάχιστα τῶν σωμάτων, νοείσθω φεύγουσα τὸν μερισμόν· τὸ γὰρ ἁπλοῦν καὶ ἀπαθὲς καὶ καθαρὸν αὐτῆς καὶ μονοειδὲς ἀμερὲς εἴρηται καὶ ἀμέριστον ᾧ καὶ τῶν συνθέτων καὶ μεριστῶν καὶ διαφερομένων ἁμωσγέπως θιγοῦσα παύει τὸ πλῆθος καὶ καθίστησιν εἰς μίαν διʼ ὁμοιότητος ἕξιν. τὴν δὲ περὶ τὰ σώματα γιγνομένην μεριστὴν εἰ μέν τις ἐθέλοι καλεῖν ὕλην, ὡς καὶ ὑποκειμένην ἐκείνῃ καὶ μεταληπτικὴν ἐκείνης φύσιν, ὁμωνυμίᾳ χρώμενος, οὐ διαφέρει πρὸς τὸν λόγον· οἱ δὲ σωματικὴν ἀξιοῦντες ὕλην συμμίγνυσθαι τῇ ἀμερίστῳ διαμαρτάνουσι πρῶτον μὲν ὅτι τῶν ἐκείνης ὀνομάτων οὐδενὶ νῦν ὁ Πλάτων κέχρηται δεξαμενὴν γὰρ εἴωθε καὶ πανδεχῆ καὶ τιθήνην ἀεὶ καλεῖν ἐκείνην, οὐ περὶ τὰ σώματα μεριστήν, μᾶλλον δὲ σῶμα μεριζόμενον εἰς τὸ καθʼ ἕκαστον. ἔπειτα τί διοίσει τῆς τοῦ κόσμου γενέσεως ἡ τῆς ψυχῆς, εἴπερ ἀμφοτέροις ἔκ τε τῆς ὕλης καὶ τῶν νοητῶν γέγονεν ἡ σύστασις; αὐτός γε μὴν ὁ Πλάτων, ὥσπερ ἀπωθούμενος τῆς ψυχῆς τὴν ἐκ σώματος γένεσιν, ἐντὸς αὐτῆς φησιν ὑπὸ τοῦ θεοῦ τεθῆναι τὸ σωματικόν, εἶτʼ ἔξωθεν ὑπʼ ἐκείνης περικαλυφθῆναι· καὶ ὅλως, ἀπεργασάμενος τῷ λόγῳ τὴν ψυχὴν ὕστερον ἐπεισάγει τὴν περὶ τῆς ὕλης ὑπόθεσιν, μηδὲν αὐτῆς πρότερον, ὅτε τὴν ψυχὴν ἐγέννα, δεηθείς, ὡς χωρὶς ὕλης γενομένην. ὅμοια δὲ τούτοις ἔστιν ἀντειπεῖν καὶ τοῖς περὶ Ποσειδώνιον οὐ γὰρ μακρὰν τῆς ὕλης ἀπέστησαν· ἀλλὰ δεξάμενοι τὴν τῶν περάτων οὐσίαν περὶ τὰ σώματα λέγεσθαι μεριστὴν καὶ ταῦτα τῷ νοητῷ μίξαντες ἀπεφήναντο τὴν ψυχὴν ἰδέαν εἶναι τοῦ πάντῃ διαστατοῦ κατʼ ἀριθμὸν συνεστῶσαν ἁρμονίαν περιέχοντα τά τε γὰρ μαθηματικὰ τῶν πρώτων νοητῶν μεταξὺ καὶ τῶν αἰσθητῶν τετάχθαι, τῆς τε ψυχῆς; τῶν νοητῶν τὸ ἀίδιον καὶ τῶν αἰσθητῶν τὸ παθητικὸν ἐχούσης, προσῆκον ἐν μέσῳ τὴν οὐσίαν ὑπάρχειν. ἔλαθε γὰρ καὶ τούτους ὁ θεὸς τοῖς τῶν σωμάτων πέρασιν ὕστερον, ἀπειργασμένης ἤδη τῆς ψυχῆς, χρώμενος ἐπὶ τὴν τῆς ὕλης διαμόρφωσιν, τὸ σκεδαστὸν αὐτῆς καὶ ἀσύνδετον ὁρίζων καὶ περιλαμβάνων ταῖς ἐκ τῶν τριγώνων συναρμοττομένων ἐπιφανείαις. ἀτοπώτερον δὲ τὸ τὴν ψυχὴν ἰδέαν ποιεῖν· ἡ μὲν γὰρ ἀεικίνητος ἡ δʼ ἀκίνητος, καὶ ἡ μὲν ἀμιγὴς πρὸς τὸ αἰσθητὸν ἡ δὲ τῷ σώματι συνειργμένη. πρὸς δὲ τούτοις ὁ θεὸς τῆς μὲν ἰδέας ὡς παραδείγματος γέγονε μιμητής, τῆς δὲ ψυχῆς ὥσπερ ἀποτελέσματος δημιουργός. ὅτι δʼ οὐδʼ ἀριθμὸν ὁ Πλάτων τὴν οὐσίαν τίθεται τῆς ψυχῆς ἀλλὰ ταττομένην ὑπʼ ἀριθμοῦ, προείρηται. πρὸς δʼ ἀμφοτέρους τούτους κοινόν ἐστι τὸ μήτε τοῖς πέρασι μήτε τοῖς ἀριθμοῖς μηθὲν ἴχνος ἐνυπάρχειν ἐκείνης τῆς δυνάμεως, ᾗ τὸ αἰσθητὸν ἡ ψυχὴ πέφυκε κρίνειν· νοῦν μὲν γὰρ αὐτῇ καὶ νοητικὸν ἡ τῆς νοητῆς μέθεξις ἀρχῆς; ἐμπεποίηκε· δόξας δὲ καὶ πίστεις καὶ τὸ φανταστικὸν καὶ τὸ παθητικὸν ὑπὸ τῶν περὶ τὸ σῶμα ποιοτήτων, ὃ οὐκ ἄν τις ἐκ μονάδων οὐδὲ γραμμῶν οὐδʼ ἐπιφανειῶν ἁπλῶς νοήσειεν ἐγγιγνόμενον. καὶ μὴν οὐ μόνον αἱ τῶν θνητῶν ψυχαὶ γνωστικὴν τοῦ αἰσθητοῦ δύναμιν ἔχουσιν, ἀλλὰ καὶ τὴν τοῦ κόσμου φησὶν ἀνακυκλουμένην αὐτὴν πρὸς ἑαυτήν, ὅταν οὐσίαν σκεδαστὴν ἔχοντός τινος ἐφάπτηται καὶ ὅταν ἀμέριστον, λέγειν κινουμένην διὰ πάσης ἑαυτῆς, ὅτῳ τʼ ἄν τι ταὐτὸν καὶ ὅτου ἂν ἓτερον, πρὸς ὅ τι τε μάλιστα καὶ ὅπη καὶ ὅπως συμβαίνει κατὰ τὰ γιγνόμενα πρὸς ἕκαστον ἕκαστα εἶναι καὶ πάσχειν ἐν τούτοις ἅμα καὶ τῶν δέκα κατηγοριῶν ποιούμενος ὑπογραφὴν ἔτι μᾶλλον τοῖς ἐφεξῆς διασαφεῖ. λόγος γάρ φησιν ἀληθής, ὅταν μὲν περὶ τὸ αἰσθητὸν γίγνηται καὶ ὁ τοῦ θατέρου κύκλος ὀρθὸς ἰὼν εἰς πᾶσαν αὐτοῦ τὴν ψυχὴν διαγγείλῃ, δόξαι καὶ πίστεις γίγνονται βέβαιοι καὶ ἀληθεῖς· ὅταν δʼ αὖ περὶ τὸ λογιστικὸν ᾖ καὶ ὁ τοῦ ταὐτοῦ κύκλος εὔτροχος ὢν αὐτὰ μηνύσῃ, ἐπιστήμη ἐξ ἀνάγκης ἀποτελεῖται τούτω δʼ ἐν ᾧ τῶν ὄντων ἐγγίγνεσθον, ἐὰν ποτέ τις αὐτὸ ἄλλο πλὴν ψυχὴν προσείπῃ, πᾶν μᾶλλον ἢ τὸ ἀληθὲς ἐρεῖ. πόθεν οὖν ἔσχεν ἡ ψυχὴ τὴν ἀντιληπτικὴν τοῦ αἰσθητοῦ καὶ δοξαστικὴν ταύτην κίνησιν, ἑτέραν τῆς νοητικῆς ἐκείνης καὶ τελευτώσης εἰς ἐπιστήμην, ἔργον εἰπεῖν, μὴ θεμένους βεβαίως, ὅτι νῦν οὐχ ἁπλῶς ψυχὴν ἀλλὰ κόσμου ψυχὴν συνίστησιν ἐξ ὑποκειμένων, τῆς τε κρείττονος. οὐσίας καὶ ἀμερίστου καὶ τῆς· χείρονος, ἣν περὶ τὰ σώματα μεριστὴν κέκληκεν, οὐχ ἑτέραν οὖσαν ἢ τὴν δοξαστικὴν καὶ φανταστικὴν καὶ συμπαθῆ τῷ αἰσθητῷ κίνησιν, οὐ γενομένην ἀλλʼ ὑφεστῶσαν ἀίδιον ὥσπερ ἡ ἑτέρα. τὸ γὰρ νοερὸν ἡ φύσις ἔχουσα καὶ τὸ δοξαστικὸν εἶχεν, ἀλλʼ ἐκεῖνο μὲν ἀκίνητον ἀπαθὲς καὶ περὶ τὴν ἀεὶ μένουσαν ἱδρυμένον οὐσίαν, τοῦτο δὲ μεριστὸν καὶ πλανητόν, ἅτε δὴ φερομένης καὶ σκεδαννυμένης ἐφαπτόμενον ὕλης. οὔτε γὰρ τὸ αἰσθητὸν εἰλήχει τάξεως ἀλλʼ ἦν ἄμορφον καὶ ἀόριστον, ἥ τε περὶ τοῦτο τεταγμένη δύναμις οὔτε δόξας ἐνάρθρους οὔτε κινήσεις ἁπάσας εἶχε τεταγμένας, ἀλλὰ τὰς πολλὰς ἐνυπνιώδεις καὶ παραφόρους καὶ ταραττούσας τὸ σωματοειδές, ὅσα μὴ κατὰ τύχην τῷ βελτίονι περιέπιπτεν· ἐν μέσῳ γὰρ ἦν ἀμφοῖν καὶ πρὸς ἀμφότερα συμπαθῆ καὶ συγγενῆ φύσιν εἶχε, τῷ μὲν αἰσθητικῷ τῆς ὕλης ἀντεχομένη τῷ δὲ κριτικῷ τῶν νοητῶν. οὕτω δέ πως καὶ αὐτὸς διασαφεῖ τοῖς ὀνόμασιν· οὗτος γάρ φησι παρὰ τῆς ἐμῆς ψήφου λογισθεὶς ἐν κεφαλαίῳ δεδόσθω λόγος, ὄν τε καὶ χώραν καὶ γένεσιν εἶναι τρία τριχῆ καὶ πρὶν οὐρανὸν γενέσθαι. χώραν τε γὰρ καλεῖ τὴν ὕλην ὥσπερ ἕδραν ἔστιν ὅτε καὶ ὑποδοχήν, ὂν δὲ τὸ νοητόν, γένεσιν δὲ τοῦ κόσμου μήπω γεγονότος οὐδεμίαν ἄλλην ἢ τὴν ἐν μεταβολαῖς καὶ κινήσεσιν οὐσίαν, τοῦ τυποῦντος καὶ τοῦ τυπουμένου μεταξὺ τεταγμένην, διαδιδοῦσαν ἐνταῦθα τὰς ἐκεῖθεν εἰκόνας. διά τε δὴ ταῦτα · μεριστὴ προσηγορεύθη καὶ ὅτι τῷ αἰσθητῷ τὸ αἰσθανόμενον καὶ τῷ φανταστῷ τὸ φανταζόμενον ἀνάγκη συνδιανέμεσθαι καὶ συμπαρήκειν ἡ γὰρ αἰσθητικὴ κίνησις, ἰδία ψυχῆς οὖσα, κινεῖται πρὸς τὸ αἰσθητὸν ἐκτός ὁ δὲ νοῦς αὐτὸς μὲν ἐφʼ ἑαυτοῦ μόνιμος ἦν καὶ ἀκίνητος, ἐγγενόμενος δὲ τῇ ψυχῇ καὶ κρατήσας εἰς ἑαυτὸν ἐπιστρέφει καὶ συμπεραίνει τὴν ἐγκύκλιον φορὰν περὶ τὸ μένον ἀεὶ μάλιστα ψαύουσαν τοῦ ὄντος. διὸ καὶ δυσανάκρατος ἡ κοινωνία γέγονεν αὐτῶν, τῷ ἀμερίστῳ τὸ μεριστὸν καὶ τῷ· μηδαμῇ κινητῷ τὸ πάντῃ φορητὸν μιγνύουσα καὶ καταβιαζομένη θάτερον εἰς ταὐτὸν συνελθεῖν. ἦν δὲ τὸ θάτερον οὐ κίνησις ὥσπερ οὐδὲ ταὐτὸν στάσις, ἀλλʼ ἀρχὴ διαφορᾶς καὶ ἀνομοιότητος. ἑκάτερον γὰρ ἀπὸ τῆς ἑτέρας ἀρχῆς κάτεισι, τὸ μὲν ταὐτὸν ἀπὸ τοῦ ἑνὸς τὸ δὲ θάτερον ἀπὸ τῆς δυάδος· καὶ μέμικται πρῶτον ἐνταῦθα περὶ τὴν ψυχήν, ἀριθμοῖς καὶ λόγοις συνδεθέντα καὶ μεσότησιν ἐναρμονίοις, καὶ ποιεῖ θάτερον μὲν ἐγγενόμενον τῷ ταὐτῷ διαφοράν, τὸ δὲ ταὐτὸν ἐν τῷ ἑτέρῳ τάξιν, ὡς δῆλόν ἐστιν ἐν ταῖς πρώταις τῆς ψυχῆς δυνάμεσιν· εἰσὶ δʼ αὗται τὸ κριτικὸν καὶ τὸ κινητικόν. ἡ μὲν οὖν κίνησις εὐθὺς ἐπιδείκνυται περὶ τὸν οὐρανὸν ἐν μὲν τῇ ταὐτότητι τὴν ἑτερότητα τῇ περιφορᾷ τῶν ἀπλανῶν, ἐν δὲ τῇ ἑτερότητι τὴν ταὐτότητα τῇ τάξει τῶν πλανήτων ἐπικρατεῖ γὰρ ἐν ἐκείνοις τὸ ταὐτὸν ἐν δὲ τοῖς περὶ γῆν τοὐναντίον. ἡ δὲ κρίσις ἀρχὰς; μὲν ἔχει δύο, τόν τε νοῦν ἀπὸ τοῦ ταὐτοῦ πρὸς τὰ καθόλου καὶ τὴν αἴσθησιν ἀπὸ τοῦ ἑτέρου πρὸς τὰ καθʼ ἕκαστα. μέμικται δὲ λόγος ἐξ ἀμφοῖν, νόησις ἐν τοῖς νοητοῖς καὶ δόξα γιγνόμενος ἐν τοῖς αἰσθητοῖς· ὀργάνοις τε ταῖς μεταξὺ φαντασίαις τε καὶ μνήμαις χρώμενος, ὧν τὰ μὲν ἐν τῷ ταὐτῷ τὸ ἕτερον τὰ δʼ ἐν τῷ ἑτέρῳ ποιεῖ τὸ ταὐτόν. ἔστι γὰρ ἡ μὲν νόησις κίνησις τοῦ νοοῦντος περὶ τὸ μένον, ἡ δὲ δόξα μονὴ τοῦ αἰσθανομένου περὶ τὸ κινούμενον φαντασίαν δὲ συμπλοκὴν δόξης πρὸς αἴσθησιν οὖσαν ἵστησιν ἐν μνήμῃ τὸ ταὐτὸν δὲ θάτερον κινεῖ πάλιν ἐν διαφορᾷ τοῦ πρόσθεν καὶ νῦν, ἑτερότητος ἅμα καὶ ταὐτότητος; ἑφαπτὸμενον. δεῖ δὲ τὴν περὶ τὸ σῶμα τοῦ κόσμου γενομένην σύντηξιν εἰκόνα λαβεῖν τῆς ἀναλογίας ἐν διηρμόσατο ψυχήν. ἐκεῖ μὲν γὰρ ἦν ἄκρα τὸ πῦρ καὶ ἡ γῆ,· χαλεπὴν πρὸς ἄλληλα κραθῆναι φύσιν ἔχοντα, μᾶλλον δʼ ὅλως ἄκρατον καὶ ἀσύστατον ὅθεν ἐν μέσῳ θέμενος αὐτῶν τὸν μὲν ἀέρα πρὸ τοῦ πυρὸς τὸ δʼ ὕδωρ πρὸ τῆς γῆς, ταῦτα πρῶτον ἀλλήλοις ἐκέρασεν, εἶτα διὰ τούτων ἐκεῖνα πρός τε ταῦτα καὶ πρὸς ἄλληλα συνέμιξε καὶ συνήρμοσεν. ἐνταῦθα δὲ πάλιν τὸ ταὐτὸν καὶ τὸ θάτερον, ἐναντίας δυνάμεις καὶ ἀκρότητας ἀντιπάλους, συνήγαγεν, οὐ διʼ αὑτῶν, ἀλλʼ οὐσίας ἑτέρας μεταξύ, τὴν μὲν ἀμέριστον πρὸ τοῦ ταὐτοῦ πρὸ δὲ τοῦ θατέρου τὴν μεριστήν, ἔστιν προσήκουσαν ἑκατέραν ἑκατέρᾳ τάξας, εἶτα μιχθείσαις ἐκείναις ἐπεγκεραννύμενος, οὕτω τὸ πᾶν συνύφηνε ἓν τῆς ψυχῆς εἶδος, ὡς ἦν ἀνυστόν, ἐκ διαφόρων ὅμοιον ἔκ τε πολλῶν ἓν ἀπειργασμένος. οὐκ εὖ δέ τινες εἰρῆσθαι λέγουσι δύσμικτον ὑπὸ τοῦ Πλάτωνος τὴν θατέρου φύσιν, οὐκ ἄδεκτον οὖσαν ἀλλὰ καὶ φίλην μεταβολῆς μᾶλλον δὲ τὴν τοῦ ταὐτοῦ, μόνιμον καὶ δυσμετάβλητον οὖσαν, οὐ ῥᾳδίως προσίεσθαι μῖξιν ἀλλʼ ἀπωθεῖσθαι καὶ φεύγειν, ὅπως ἁπλῆ διαμείνῃ καὶ εἰλικρινὴς καὶ ἀναλλοίωτος. οἱ δὲ ταῦτʼ ἐγκαλοῦντες ἀγνοοῦσιν ὅτι τὸ μὲν ταὐτὸν ἰδέα τῶν ὡσαύτως ἐχόντων ἐστὶ τὸ δὲ θάτερον τῶν διαφόρως· καὶ τούτου μὲν ἔργον, ὧν ἂν ἅψηται, διιστάναι καὶ ἀλλοιοῦν καὶ πολλὰ ποιεῖν· ἐκείνου δὲ συνάγειν καὶ συνιστάναι διʼ ὁμοιότητος ἐκ πολλῶν μίαν ἀναλαμβάνοντα μορφὴν καὶ δύναμιν.