ἔτι τοίνυν, εἰ μὲν οὐδέν ἐστι καταληπτὸν ἀνθρώπῳ καὶ γνωστόν, εἰκότως ὁ θεὸς ἀπεκώλυσεν αὐτὸν ὑπηνέμια καὶ ψευδῆ καὶ ἀβέβαια γεννᾶν. ἐλέγχειν δὲ τοὺς ἄλλους ἠνάγκαζε τοιαῦτα δοξάζοντας. οὐ γὰρ μικρὸν ἦν ὄφελος ἀλλὰ μέγιστον ὁ τοῦ μεγίστου τῶν κακῶν, ἀπάτης καὶ κενοφροσύνης, ἀπαλλάττων λόγος οὐδʼ Ἀσκληπιάδαις τοῦτὸ γʼ ἔδωκε θεός. οὐ γὰρ σώματος ἡ Σωκράτους ἰατρεία, ψυχῆς δʼ ἦν ὑπούλου καὶ διεφθαρμένης καθαρμός. εἰ δʼ ἔστιν ἐπιστήμη τἀληθοῦς ἓν δὲ τἀληθές, οὐκ ἔλαττον ἔχει τοῦ εὑρόντος ὁ μαθὼν παρὰ τοῦ εὑρόντος· λαμβάνει δὲ μᾶλλον ὁ μὴ πεπεισμένος ἔχειν, καὶ λαμβάνει τὸ βέλτιστον ἐξ ἁπάντων, ὥσπερ ὁ μὴ τεκὼν παιδοποιεῖται τὸν ἄριστον. Marked as section 6 in the print. ὅρα δὲ μὴ τἄλλα μὲν οὐδεμιᾶς ἦν ἄξια σπουδῆς ποιήματα καὶ μαθήματα καὶ λόγοι ῥητόρων καὶ δόγματα σοφιστῶν, ἃ Σωκράτην γεννᾶν τὸ δαιμόνιον ἀπεκώλυσεν· ἣν δὲ μόνην ἡγεῖτο Σωκράτης σοφίαν περὶ τὸ θεῖον καὶ νοητόν, ἐρωτικὴν ὑπʼ αὐτοῦ προσαγορευομένην, ταύτης οὐ γένεσις ἔστιν ἀνθρώποις οὐδʼ εὕρεσις ἀλλʼ ἀνάμνησις. ὅθεν οὐδὲν ἐδίδασκε Σωκράτης, ἀλλʼ ἐνδιδοὺς ἀρχὰς ἀποριῶν ὥσπερ ὠδίνων τοῖς νέοις ἐπήγειρε καὶ ἀνεκίνει καὶ συνεξῆγε τὰς ἐμφύτους νοήσεις· καὶ τοῦτο μαιωτικὴν τέχνην ὠνόμαζεν, οὐκ ἐντιθεῖσαν ἔξωθεν, ὥσπερ ἕτεροι προσεποιοῦντο, νοῦν τοῖς ἐντυγχάνουσιν, ἀλλʼ ἔχοντας οἰκεῖον ἐν ἑαυτοῖς ἀτελῆ δὲ καὶ συγκεχυμένον καὶ δεόμενον τοῦ τρέφοντος καὶ βεβαιοῦντος ἐπιδεικνύουσαν.