<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg132.perseus-grc2"><div type="textpart" subtype="section" n="6"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-999a" n="999a"/>οὐκ ἴσος δʼ ἔτι καὶ οὗτος ὁ ἀγὼν τοῖς Στωικοῖς ὑπὲρ τῆς σαρκοφαγίας. τίς γὰρ ὁ πολὺς <milestone unit="tlnum" n="5"/> τόνος· εἰς τὴν γαστέρα καὶ τὰ ὀπτανεῖα; τί τὴν ἡδονὴν θηλύνοντες καὶ διαβάλλοντες ὡς οὔτʼ ἀγαθὸν οὔτε προηγούμενον οὔτʼ οἰκεῖον οὕτω περὶ τὰ τῶν ἡδονῶν ἐσπουδάκασι; καὶ μὴν ἀκόλουθον ἦν αὐτοῖς, εἰ μύρον ἐξελαύνουσι καὶ πέμμα τῶν συμποσίων, <milestone unit="tlnum" n="10"/> μᾶλλον αἷμα καὶ σάρκα δυσχεραίνειν. νῦν δʼ ὥσπερ εἰς τὰς ἐφημερίδας φιλοσοφοῦντες δαπάνην ἀφαιροῦσι τῶν δείπνων ἐν τοῖς ἀχρήστοις καὶ περιττοῖς, τὸ δʼ ἀνήμερον τῆς πολυτελείας καὶ φονικὸν οὐ παραιτοῦνται. <q>ναί, φησίν, οὐδὲν γὰρ ἡμῖν πρὸς <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-999b" n="999b"/> τὰ ἄλογα δίκαιον ἔστιν.</q> οὐδὲ γὰρ πρὸς τὸ μύρον, φαίη τις ἄν, οὐδὲ πρὸς τὰ ξενικὰ τῶν ἡδυσμάτων ἀλλὰ καὶ τούτων ἀποτρέπεσθε, τὸ μὴ χρήσιμον μηδʼ ἀναγκαῖον ἐν ἡδονῇ πανταχόθεν ἐξελαύνοντες. </p></div><div type="textpart" subtype="section" n="7"><p rend="indent">οὐ μὴν ἀλλὰ καὶ τοῦτʼ ἤδη σκεψώμεθα, τὸ <milestone unit="tlnum" n="20"/> μηδὲν εἶναι πρὸς τὰ ζῷα δίκαιον ἡμῖν, μηδὲ τεχνικῶς μηδὲ σοφιστικῶς, ἀλλὰ τοῖς πάθεσιν ἐμβλέψαντες τοῖς ἑαυτῶν καὶ πρὸς ἑαυτοὺς ἀνθρωπικῶς λαλήσαντες καὶ ἀνακρίναντες.</p></div></div></body></text></TEI>