καίτοι τῆς λεγομένης ταῖς ψυχαῖς εἰς σώματα παλιμμεταβολῆς εἰ μὴ πίστεως ἄξιον τὸ ἀποδεικνύμενον, ἀλλʼ εὐλαβείας γε μεγάλης καὶ δέους τὸ ἀμφίβολον. οἷον εἴ τις ἐν νυκτομαχίαις στρατοπέδων ἀνδρὶ πεπτωκότι καὶ τὸ σῶμα κρυπτομένῳ τοῖς ὅπλοις ἐπιφέρων ξίφος ἀκούσειέ τινος λέγοντος οὐ πάνυ μὲν εἰδέναι βεβαίως, οἴεσθαι δὲ καὶ δοκεῖν υἱὸν αὐτοῦ τὸν κείμενον ἢ ἀδελφὸν ἢ πατέρα ἢ σύσκηνον εἶναι τί βέλτιον, ὑπονοίᾳ προσθέμενον οὐκ ἀληθεῖ προέσθαι τὸν ἐχθρὸν ὡς φίλον, ἢ καταφρονήσαντα τοῦ μὴ βεβαίου πρὸς πίστιν ἀνελεῖν τὸν οἰκεῖον ὡς πολέμιον; ἐκεῖνο δεινὸν φήσετε πάντες. σκόπει δὲ καὶ τὴν ἐν τῇ τραγῳδίᾳ Μερόπην ἐπὶ τὸν υἱὸν αὐτὸν ὡς φονέα τοῦ υἱοῦ πέλεκυν ἀραμένην καὶ λέγουσαν ὠνητέραν δὴ τήνδʼ ἐγὼ δίδωμί σοι πληγήν· ὅσον ἐν τῷ θεάτρῳ κίνημα ποιεῖ, συνεξορθιάζουσα φόβῳ, καὶ δέος μὴ φθάσῃ τὸν ἐπιλαμβανόμενον γέροντα καὶ τρώσῃ τὸ μειράκιον. εἰ δʼ ἕτερος γέρων παρεστήκοι λέγων παῖσον, πολέμιός ἐστιν· ἕτερος δὲ μὴ παίσῃς, υἱός ἐστι· πότερον ἀδίκημα μεῖζον, ἐχθροῦ κόλασιν ἐκλιπεῖν διὰ τὸν υἱὸν ἢ τεκνοκτονίᾳ περιπεσεῖν ὑπὸ τῆς πρὸς τὸν ἐχθρὸν ὀργῆς; ὁπότε τοίνυν οὐ μῖσός ἐστιν οὐδὲ θυμὸς ὁ πρὸς τὸν φόνον ἐξάγων ἡμᾶς οὐδʼ ἄμυνά τις οὐδὲ φόβος ὑπὲρ αὑτῶν, ἀλλʼ εἰς ἡδονῆς μέρος ἕστηκεν ἱερεῖον ἀνακεκλασμένῳ τραχήλῳ ὑποκείμενον, εἶτα λέγει τῶν φιλοσόφων ὁ μὲν κατάκοψον, ἄλογόν ἐστι τὸ ζῷον. ὁ δὲ ἀνάσχου· τί γὰρ εἰ συγγενοῦς ἢ θεοῦ τινος ἐνταῦθα ψυχὴ κεχώρηκεν; ἴσος γε, ὦ θεοί, καὶ ὅμοιος ὁ κίνδυνος ἕχει, ἂν ἀπειθῶ φαγεῖν κρέας, ἂν ἀπιστῶ φονεῦσαι τέκνον ἢ ἕτερον οἰκεῖον;