<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg132.perseus-grc2"><div type="textpart" subtype="section" n="4"><p rend="indent">τίνες οὖν ὕστερον τοῦτʼ ἔγνωσαν; <quote rend="blockquote"><l>οἳ πρῶτοι κακοεργὸν ἐχαλκεύσαντο μάχαιραν <milestone unit="tlnum" n="10"/> </l><l>εἰνοδίην, πρῶτοι δὲ βοῶν ἐπάσαντʼ ἀροτήρων. </l></quote> <milestone unit="stephpage" xml:id="stephpage-998b" n="998b"/>οὕτω τοι καὶ οἱ τυραννοῦντες ἄρχουσι μιαιφονίας. ὥσπερ γὰρ τὸ πρῶτον ἀπέκτειναν Ἀθήνησι τὸν κάκιστον τῶν συκοφαντῶν, ὃς ἐπιτήδειος προσηγορεύθη, καὶ δεύτερον ὁμοίως, καὶ τρίτον· εἶτʼ ἐκ <milestone unit="tlnum" n="15"/> τούτου συνήθεις γενόμενοι Νικήρατον περιεώρων ἀπολλύμενον τὸν Νικίου καὶ Θηραμένη τὸν στρατηγὸν καὶ Πολέμαρχον τὸν φιλόσοφον· οὕτω τὸ πρῶτον ἄγριόν τι ζῷον ἐβρώθη καὶ κακοῦργον, εἶτʼ ὄρνις τις ἢ ἰχθὺς εἵλκυστο καὶ γευσάμενον οὕτω <milestone unit="tlnum" n="20"/> καὶ προμελετῆσαν ἐν ἐκείνοις τὸ φονικὸν ἐπὶ βοῦν ἐργάτην ἦλθε καὶ τὸ κόσμιον πρόβατον καὶ τὸν οἰκουρὸν ἀλεκτρυόνα καὶ κατὰ μικρὸν οὕτω τὴν <pb xml:id="v.6.p.116"/> ἀπληστίαν στομώσαντες ἐπὶ σφαγὰς ἀνθρώπων καὶ <milestone unit="stephpage" xml:id="stephpage-998c" n="998c"/> πολέμους καὶ φόνους προῆλθον. ἀλλʼ ἐὰν μὴ προσαποδείξῃ τις, ὅτι χρῶνται κοινοῖς αἱ ψυχαὶ σώμασιν ἐν ταῖς παλιγγενεσίαις καὶ τὸ νῦν λογικὸν <milestone unit="tlnum" n="5"/> αὖθις γίγνεται ἄλογον καὶ πάλιν ἥμερον τὸ νῦν ἄγριον, ἀλλάσσει δʼ ἡ φύσις ἅπαντα καὶ μετοικίζει <quote rend="blockquote">σαρκῶν ἀλλογνῶτι περιστέλλουσα χιτῶνι</quote> ταῦτʼ οὐκ ἀποτρέπει τῶν ἀνῃρημένων τὸ ἀκόλαστον τὸ καὶ σώματι νόσους καὶ βαρύτητας ἐμποιεῖν καὶ <milestone unit="tlnum" n="10"/> ψυχὴν ἐπὶ πόλεμον ἀνομωτέρων τρεπομένην διαφθείρειν ὅταν ἐθισθῶμεν μὴ αἵματος ἄνευ καὶ φόνου μὴ ξένον ἑστιᾶν, μὴ γάμον ἑορτάζειν, μὴ φίλοις συγγίγνεσθαι. </p></div></div></body></text></TEI>