τίνες οὖν ὕστερον τοῦτʼ ἔγνωσαν; οἳ πρῶτοι κακοεργὸν ἐχαλκεύσαντο μάχαιραν εἰνοδίην, πρῶτοι δὲ βοῶν ἐπάσαντʼ ἀροτήρων. οὕτω τοι καὶ οἱ τυραννοῦντες ἄρχουσι μιαιφονίας. ὥσπερ γὰρ τὸ πρῶτον ἀπέκτειναν Ἀθήνησι τὸν κάκιστον τῶν συκοφαντῶν, ὃς ἐπιτήδειος προσηγορεύθη, καὶ δεύτερον ὁμοίως, καὶ τρίτον· εἶτʼ ἐκ τούτου συνήθεις γενόμενοι Νικήρατον περιεώρων ἀπολλύμενον τὸν Νικίου καὶ Θηραμένη τὸν στρατηγὸν καὶ Πολέμαρχον τὸν φιλόσοφον· οὕτω τὸ πρῶτον ἄγριόν τι ζῷον ἐβρώθη καὶ κακοῦργον, εἶτʼ ὄρνις τις ἢ ἰχθὺς εἵλκυστο καὶ γευσάμενον οὕτω καὶ προμελετῆσαν ἐν ἐκείνοις τὸ φονικὸν ἐπὶ βοῦν ἐργάτην ἦλθε καὶ τὸ κόσμιον πρόβατον καὶ τὸν οἰκουρὸν ἀλεκτρυόνα καὶ κατὰ μικρὸν οὕτω τὴν ἀπληστίαν στομώσαντες ἐπὶ σφαγὰς ἀνθρώπων καὶ πολέμους καὶ φόνους προῆλθον. ἀλλʼ ἐὰν μὴ προσαποδείξῃ τις, ὅτι χρῶνται κοινοῖς αἱ ψυχαὶ σώμασιν ἐν ταῖς παλιγγενεσίαις καὶ τὸ νῦν λογικὸν αὖθις γίγνεται ἄλογον καὶ πάλιν ἥμερον τὸ νῦν ἄγριον, ἀλλάσσει δʼ ἡ φύσις ἅπαντα καὶ μετοικίζει σαρκῶν ἀλλογνῶτι περιστέλλουσα χιτῶνι ταῦτʼ οὐκ ἀποτρέπει τῶν ἀνῃρημένων τὸ ἀκόλαστον τὸ καὶ σώματι νόσους καὶ βαρύτητας ἐμποιεῖν καὶ ψυχὴν ἐπὶ πόλεμον ἀνομωτέρων τρεπομένην διαφθείρειν ὅταν ἐθισθῶμεν μὴ αἵματος ἄνευ καὶ φόνου μὴ ξένον ἑστιᾶν, μὴ γάμον ἑορτάζειν, μὴ φίλοις συγγίγνεσθαι.