<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg132.perseus-grc2"><div type="textpart" subtype="section" n="4"><p rend="indent">τίνες οὖν ὕστερον τοῦτʼ ἔγνωσαν; <quote rend="blockquote"><l>οἳ πρῶτοι κακοεργὸν ἐχαλκεύσαντο μάχαιραν <milestone unit="tlnum" n="10"/> </l><l>εἰνοδίην, πρῶτοι δὲ βοῶν ἐπάσαντʼ ἀροτήρων. </l></quote> <milestone unit="stephpage" xml:id="stephpage-998b" n="998b"/>οὕτω τοι καὶ οἱ τυραννοῦντες ἄρχουσι μιαιφονίας. ὥσπερ γὰρ τὸ πρῶτον ἀπέκτειναν Ἀθήνησι τὸν κάκιστον τῶν συκοφαντῶν, ὃς ἐπιτήδειος προσηγορεύθη, καὶ δεύτερον ὁμοίως, καὶ τρίτον· εἶτʼ ἐκ <milestone unit="tlnum" n="15"/> τούτου συνήθεις γενόμενοι Νικήρατον περιεώρων ἀπολλύμενον τὸν Νικίου καὶ Θηραμένη τὸν στρατηγὸν καὶ Πολέμαρχον τὸν φιλόσοφον· οὕτω τὸ πρῶτον ἄγριόν τι ζῷον ἐβρώθη καὶ κακοῦργον, εἶτʼ ὄρνις τις ἢ ἰχθὺς εἵλκυστο καὶ γευσάμενον οὕτω <milestone unit="tlnum" n="20"/> καὶ προμελετῆσαν ἐν ἐκείνοις τὸ φονικὸν ἐπὶ βοῦν ἐργάτην ἦλθε καὶ τὸ κόσμιον πρόβατον καὶ τὸν οἰκουρὸν ἀλεκτρυόνα καὶ κατὰ μικρὸν οὕτω τὴν <pb xml:id="v.6.p.116"/> ἀπληστίαν στομώσαντες ἐπὶ σφαγὰς ἀνθρώπων καὶ <milestone unit="stephpage" xml:id="stephpage-998c" n="998c"/> πολέμους καὶ φόνους προῆλθον. ἀλλʼ ἐὰν μὴ προσαποδείξῃ τις, ὅτι χρῶνται κοινοῖς αἱ ψυχαὶ σώμασιν ἐν ταῖς παλιγγενεσίαις καὶ τὸ νῦν λογικὸν <milestone unit="tlnum" n="5"/> αὖθις γίγνεται ἄλογον καὶ πάλιν ἥμερον τὸ νῦν ἄγριον, ἀλλάσσει δʼ ἡ φύσις ἅπαντα καὶ μετοικίζει <quote rend="blockquote">σαρκῶν ἀλλογνῶτι περιστέλλουσα χιτῶνι</quote> ταῦτʼ οὐκ ἀποτρέπει τῶν ἀνῃρημένων τὸ ἀκόλαστον τὸ καὶ σώματι νόσους καὶ βαρύτητας ἐμποιεῖν καὶ <milestone unit="tlnum" n="10"/> ψυχὴν ἐπὶ πόλεμον ἀνομωτέρων τρεπομένην διαφθείρειν ὅταν ἐθισθῶμεν μὴ αἵματος ἄνευ καὶ φόνου μὴ ξένον ἑστιᾶν, μὴ γάμον ἑορτάζειν, μὴ φίλοις συγγίγνεσθαι. </p></div><div type="textpart" subtype="section" n="5"><p rend="indent">καίτοι τῆς λεγομένης ταῖς ψυχαῖς εἰς σώματα <milestone unit="tlnum" n="15"/> <milestone unit="stephpage" xml:id="stephpage-998d" n="998d"/> παλιμμεταβολῆς εἰ μὴ πίστεως ἄξιον τὸ ἀποδεικνύμενον, ἀλλʼ εὐλαβείας γε μεγάλης καὶ δέους τὸ ἀμφίβολον. οἷον εἴ τις ἐν νυκτομαχίαις στρατοπέδων ἀνδρὶ πεπτωκότι καὶ τὸ σῶμα κρυπτομένῳ τοῖς ὅπλοις ἐπιφέρων ξίφος ἀκούσειέ τινος λέγοντος <milestone unit="tlnum" n="20"/> οὐ πάνυ μὲν εἰδέναι βεβαίως, οἴεσθαι δὲ καὶ δοκεῖν υἱὸν αὐτοῦ τὸν κείμενον ἢ ἀδελφὸν ἢ πατέρα ἢ σύσκηνον εἶναι τί βέλτιον, ὑπονοίᾳ προσθέμενον <pb xml:id="v.6.p.117"/> οὐκ ἀληθεῖ προέσθαι τὸν ἐχθρὸν ὡς φίλον, ἢ καταφρονήσαντα τοῦ μὴ βεβαίου πρὸς πίστιν ἀνελεῖν <milestone unit="stephpage" xml:id="stephpage-998e" n="998e"/> τὸν οἰκεῖον ὡς πολέμιον; ἐκεῖνο δεινὸν φήσετε πάντες. σκόπει δὲ καὶ τὴν ἐν τῇ τραγῳδίᾳ Μερόπην <milestone unit="tlnum" n="5"/> ἐπὶ τὸν υἱὸν αὐτὸν ὡς φονέα τοῦ υἱοῦ πέλεκυν ἀραμένην καὶ λέγουσαν <quote rend="blockquote"><l>ὠνητέραν δὴ τήνδʼ ἐγὼ δίδωμί σοι </l><l> πληγήν·</l></quote> ὅσον ἐν τῷ θεάτρῳ κίνημα ποιεῖ, συνεξορθιάζουσα <milestone unit="tlnum" n="10"/> φόβῳ, καὶ δέος μὴ φθάσῃ τὸν ἐπιλαμβανόμενον γέροντα καὶ τρώσῃ τὸ μειράκιον. εἰ δʼ ἕτερος γέρων παρεστήκοι λέγων <q>παῖσον, πολέμιός ἐστιν·</q> ἕτερος δὲ <q>μὴ παίσῃς, υἱός ἐστι·</q> πότερον ἀδίκημα μεῖζον, ἐχθροῦ κόλασιν ἐκλιπεῖν διὰ τὸν υἱὸν ἢ τεκνοκτονίᾳ <milestone unit="tlnum" n="15"/> περιπεσεῖν ὑπὸ τῆς πρὸς τὸν ἐχθρὸν ὀργῆς; ὁπότε τοίνυν οὐ μῖσός ἐστιν οὐδὲ θυμὸς ὁ πρὸς τὸν φόνον ἐξάγων ἡμᾶς οὐδʼ ἄμυνά τις οὐδὲ φόβος ὑπὲρ αὑτῶν, <milestone unit="stephpage" xml:id="stephpage-998f" n="998f"/> ἀλλʼ εἰς ἡδονῆς μέρος ἕστηκεν ἱερεῖον ἀνακεκλασμένῳ τραχήλῳ ὑποκείμενον, εἶτα λέγει τῶν <milestone unit="tlnum" n="20"/> φιλοσόφων ὁ μὲν <q>κατάκοψον, ἄλογόν ἐστι τὸ ζῷον.</q> ὁ δὲ <q>ἀνάσχου· τί γὰρ εἰ συγγενοῦς ἢ θεοῦ τινος ἐνταῦθα ψυχὴ κεχώρηκεν;</q> ἴσος γε, ὦ θεοί, καὶ <pb xml:id="v.6.p.118"/> ὅμοιος ὁ κίνδυνος ἕχει, ἂν ἀπειθῶ φαγεῖν κρέας, ἂν ἀπιστῶ φονεῦσαι τέκνον ἢ ἕτερον οἰκεῖον; </p></div></div></body></text></TEI>