<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg132.perseus-grc2"><div type="textpart" subtype="section" n="3"><p rend="indent">ποῖον οὖν οὐ πολυτελὲς δεῖπνον, εἰς ὃ οὐ θανατοῦταί τι ἔμψυχον; μικρὸν ἀνάλωμα ἡγούμεθα <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-997e" n="997e"/> ψυχήν; οὔπω λέγω τάχα μητρὸς ἢ πατρὸς ἢ φίλου τινὸς ἢ παιδός, ὡς ἔλεγεν Ἐμπεδοκλῆς· ἀλλʼ αἰσθήσεώς γε μετέχουσαν, ὄψεως ἀκοῆς, φαντασίας συνέσεως, ἣν ἐπὶ κτήσει τοῦ οἰκείου καὶ φυγῇ τάλλοτρίου παρὰ τῆς φύσεως ἕκαστον εἴληχε. σκόπει <milestone unit="tlnum" n="10"/> δʼ ἡμᾶς πότεροι βέλτιον ἐξημεροῦσι τῶν φιλοσόφων, οἱ καὶ τέκνα καὶ φίλους καὶ πατέρας καὶ γυναῖκας ἐσθίειν κελεύοντες ὡς ἀποθανόντας, ἢ Πυθαγόρας καὶ Ἐμπεδοκλῆς ἐθίζοντες εἶναι καὶ πρὸς· τὰ ἄλλα μέρη δικαίους. σὺ μὲν καταγελᾷς τοῦ τὸ πρόβατον <milestone unit="tlnum" n="15"/> μὴ ἐσθίοντος· ἀλλʼ ἡμεῖς γε, φήσουσι, θεασάμενοι τοῦ πατρὸς τεθνηκότος ἢ τῆς μητρὸς ἀποτεμόντα <milestone unit="stephpage" xml:id="orgpage-997f" n="997f"/> μερίδας καὶ τῶν φίλων ἀποπεμπόμενον τοῖς μὴ παροῦσι, τοὺς δὲ παρόντας καλοῦντα καὶ παρατιθέντα τῶν σαρκῶν ἀφειδῶς, μή τι γελάσωμεν; ἀλλὰ <milestone unit="tlnum" n="20"/> καὶ νῦν ἴσως ἁμαρτάνομεν, ὅταν ἁψώμεθα τῶν βιβλίων τούτων, μὴ καθαιρόμενοι χεῖρας καὶ ὄψεις καὶ πόδας καὶ ἀκοάς, εἰ μὴ νὴ Δία ἐκείνων καθαρμὸς <milestone unit="stephpage" xml:id="stephpage-998a" n="998a"/> ἐστι τὸ περὶ τούτων διαλέγεσθαι <q>ποτίμῳ λόγῳ</q> ὥς φησιν ὁ Πλάτων <q>ἁλμυρὰν ἀκοὴν <pb xml:id="v.6.p.115"/> ἀποκλυζομένους.</q> εἰ δὲ θείη τις τὰ βιβλία παρʼ ἄλληλα καὶ τοὺς λόγους, ἐκεῖνα μὲν Σκύθαις φιλοσοφεῖσθαι καὶ Σογδιανοῖς καὶ Μελαγχλαίνοις, περὶ ὧν Ἡρόδοτος ἱστορῶν ἀπιστεῖται τὰ δὲ Πυθαγόρου καὶ Ἐμπεδοκλέους <milestone unit="tlnum" n="5"/> δόγματα νόμοι τῶν παλαιῶν ἦσαν Ἑλλήνων καὶ αἱ ἄπυροι δίαιται. <gap reason="lost"/> ὅτι πρὸς τὰ ἄλογα ζῷα δίκαιον ἡμῖν οὐδὲν ἔστι. </p></div></div></body></text></TEI>