ἐξ ὧν καὶ μάλιστα δῆλόν ἐστιν, ὡς οὐ διὰ τροφὴν οὐδὲ χρείαν οὐδʼ ἀναγκαίως ἀλλʼ ὑπὸ κόρου καὶ ὕβρεως καὶ πολυτελείας ἡδονὴν πεποίηνται τὴν ἀνομίαν· εἶθʼ ὥσπερ ἔρως ἐν γυναιξὶν κόρον ἡδονῆς οὐκ ἐχούσαις, ἀποπειρώμενος πάντα καὶ πλανώμενος ἀκολασταίνων ἐξέπεσεν εἰς τὰ ἄρρητα· οὕτως αἱ περὶ τὴν ἐδωδὴν ἀκρασίαι τὸ φυσικὸν παρελθοῦσαι καὶ ἀναγκαῖον τέλος ἐν ὠμότητι καὶ παρανομίᾳ ποικίλλουσι τὴν ὄρεξιν. συννοσεῖ γὰρ ἀλλήλοις τὰ αἰσθητήρια καὶ συναναπείθεται καὶ συνακολασταίνει μὴ κρατοῦντα τῶν φυσικῶν μέτρων. οὕτως ἀκοὴ νοσήσασα μουσικὴν διέφθειρεν, ἀφʼ ἧς τὸ θρυπτόμενον καὶ ἐκλυόμενον αἰσχρὰς ποθεῖ ψηλαφήσεις καὶ γυναικώδεις γαργαλισμούς. ταῦτα τὴν ὄψιν ἐδίδαξε μὴ πυρρίχαις χαίρειν μηδὲ χειρονομίαις μηδʼ ὀρχήμασι γλαφυροῖς μηδʼ ἀγάλμασι καὶ γραφαῖς, ἀλλὰ φόνον καὶ θάνατον ἀνθρώπων καὶ τραύματα καὶ μάχας θέαμα ποιεῖσθαι πολυτελέστατον. οὕτως ἕπονται παρανόμοις τραπέζαις συνουσίαι ἀκρατεῖς, ἀφροδισίοις αἰσχροῖς ἀκροάσεις ἄμουσοι, μέλεσι καὶ ἀκούσμασιν ἀναισχύντοις θέατρα ἔκφυλα, θεάμασιν ἀνημέροις ἀπάθεια πρὸς ἀνθρώπους καὶ ὠμότης. διὰ τοῦτο διέταττεν ὁ θεῖος· Λυκοῦργος ἐν ταῖς τρισὶ ῥήτραις τὸ ἀπὸ πρίονος καὶ πελέκεως γίγνεσθαι τὰ θυρώματα τῶν οἰκιῶν καὶ τὰς ἐρέψεις, ἄλλο δʼ ὄργανον μηδὲν προσφέρεσθαι, οὐ πολεμῶν δήπου τερέτροις καὶ σκεπάρνοις καὶ ὅσα λεπτουργεῖν πέφυκεν ἀλλʼ εἰδὼς ὅτι διὰ τοιούτων ἔργων οὐκ εἰσοίσεις κλινίδιον ἐπίχρυσον οὐδὲ τολμήσεις εἰς οἰκίαν λιτὴν ἀργυρᾶς εἰσενεγκεῖν τραπέζας καὶ δάπιδας ἁλουργοὺς καὶ λίθους πολυτελεῖς· ἀλλʼ ἕπεται οἰκίᾳ καὶ κλίνῃ καὶ τραπέζῃ καὶ κύλικι τοιαύτῃ δεῖπνον ἀφελὲς καὶ ἄριστον δημοτικόν, ἀρχῇ δὲ μοχθηρᾶς διαίτης ἄθηλος ἵππῳ πῶλος ὣς ἅμα τρέχει πᾶσα τρυφὴ καὶ πολυτέλεια.