<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg132.perseus-grc2"><div type="textpart" subtype="section" n="2"><p rend="indent">ἐξ ὧν καὶ μάλιστα δῆλόν ἐστιν, ὡς οὐ διὰ τροφὴν οὐδὲ χρείαν οὐδʼ ἀναγκαίως ἀλλʼ ὑπὸ <milestone unit="stephpage" xml:id="stephpage-997b" n="997b"/> κόρου καὶ ὕβρεως καὶ πολυτελείας ἡδονὴν πεποίηνται <milestone unit="tlnum" n="20"/> τὴν ἀνομίαν· εἶθʼ ὥσπερ ἔρως ἐν γυναιξὶν κόρον ἡδονῆς οὐκ ἐχούσαις, ἀποπειρώμενος πάντα καὶ πλανώμενος ἀκολασταίνων ἐξέπεσεν εἰς τὰ ἄρρητα· οὕτως αἱ περὶ τὴν ἐδωδὴν ἀκρασίαι τὸ φυσικὸν παρελθοῦσαι καὶ ἀναγκαῖον τέλος ἐν ὠμότητι καὶ <milestone unit="tlnum" n="25"/> παρανομίᾳ ποικίλλουσι τὴν ὄρεξιν. συννοσεῖ γὰρ ἀλλήλοις τὰ αἰσθητήρια καὶ συναναπείθεται καὶ <pb xml:id="v.6.p.113"/> συνακολασταίνει μὴ κρατοῦντα τῶν φυσικῶν μέτρων. οὕτως ἀκοὴ νοσήσασα μουσικὴν διέφθειρεν, ἀφʼ ἧς <milestone unit="stephpage" xml:id="stephpage-997c" n="997c"/> τὸ θρυπτόμενον καὶ ἐκλυόμενον αἰσχρὰς ποθεῖ ψηλαφήσεις <milestone unit="tlnum" n="5"/> καὶ γυναικώδεις γαργαλισμούς. ταῦτα τὴν ὄψιν ἐδίδαξε μὴ πυρρίχαις χαίρειν μηδὲ χειρονομίαις μηδʼ ὀρχήμασι γλαφυροῖς μηδʼ ἀγάλμασι καὶ γραφαῖς, ἀλλὰ φόνον καὶ θάνατον ἀνθρώπων καὶ τραύματα καὶ μάχας θέαμα ποιεῖσθαι πολυτελέστατον. <milestone unit="tlnum" n="10"/> οὕτως ἕπονται παρανόμοις τραπέζαις συνουσίαι ἀκρατεῖς, ἀφροδισίοις αἰσχροῖς ἀκροάσεις ἄμουσοι, μέλεσι καὶ ἀκούσμασιν ἀναισχύντοις θέατρα ἔκφυλα, θεάμασιν ἀνημέροις ἀπάθεια πρὸς ἀνθρώπους καὶ ὠμότης. διὰ τοῦτο διέταττεν ὁ θεῖος· Λυκοῦργος <milestone unit="tlnum" n="15"/> ἐν ταῖς τρισὶ ῥήτραις τὸ ἀπὸ πρίονος καὶ πελέκεως γίγνεσθαι τὰ θυρώματα τῶν οἰκιῶν καὶ τὰς ἐρέψεις, <milestone unit="stephpage" xml:id="stephpage-997d" n="997d"/> ἄλλο δʼ ὄργανον μηδὲν προσφέρεσθαι, οὐ πολεμῶν δήπου τερέτροις καὶ σκεπάρνοις καὶ ὅσα λεπτουργεῖν πέφυκεν ἀλλʼ εἰδὼς ὅτι διὰ τοιούτων ἔργων οὐκ <milestone unit="tlnum" n="20"/> εἰσοίσεις κλινίδιον ἐπίχρυσον οὐδὲ τολμήσεις εἰς οἰκίαν λιτὴν ἀργυρᾶς εἰσενεγκεῖν τραπέζας καὶ δάπιδας ἁλουργοὺς καὶ λίθους πολυτελεῖς· ἀλλʼ ἕπεται οἰκίᾳ καὶ κλίνῃ καὶ τραπέζῃ καὶ κύλικι τοιαύτῃ δεῖπνον ἀφελὲς καὶ ἄριστον δημοτικόν, ἀρχῇ δὲ <milestone unit="tlnum" n="25"/> μοχθηρᾶς διαίτης <pb xml:id="v.6.p.114"/> <quote rend="blockquote">ἄθηλος ἵππῳ πῶλος ὣς ἅμα τρέχει</quote> πᾶσα τρυφὴ καὶ πολυτέλεια. </p></div><div type="textpart" subtype="section" n="3"><p rend="indent">ποῖον οὖν οὐ πολυτελὲς δεῖπνον, εἰς ὃ οὐ θανατοῦταί τι ἔμψυχον; μικρὸν ἀνάλωμα ἡγούμεθα <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-997e" n="997e"/> ψυχήν; οὔπω λέγω τάχα μητρὸς ἢ πατρὸς ἢ φίλου τινὸς ἢ παιδός, ὡς ἔλεγεν Ἐμπεδοκλῆς· ἀλλʼ αἰσθήσεώς γε μετέχουσαν, ὄψεως ἀκοῆς, φαντασίας συνέσεως, ἣν ἐπὶ κτήσει τοῦ οἰκείου καὶ φυγῇ τάλλοτρίου παρὰ τῆς φύσεως ἕκαστον εἴληχε. σκόπει <milestone unit="tlnum" n="10"/> δʼ ἡμᾶς πότεροι βέλτιον ἐξημεροῦσι τῶν φιλοσόφων, οἱ καὶ τέκνα καὶ φίλους καὶ πατέρας καὶ γυναῖκας ἐσθίειν κελεύοντες ὡς ἀποθανόντας, ἢ Πυθαγόρας καὶ Ἐμπεδοκλῆς ἐθίζοντες εἶναι καὶ πρὸς· τὰ ἄλλα μέρη δικαίους. σὺ μὲν καταγελᾷς τοῦ τὸ πρόβατον <milestone unit="tlnum" n="15"/> μὴ ἐσθίοντος· ἀλλʼ ἡμεῖς γε, φήσουσι, θεασάμενοι τοῦ πατρὸς τεθνηκότος ἢ τῆς μητρὸς ἀποτεμόντα <milestone unit="stephpage" xml:id="orgpage-997f" n="997f"/> μερίδας καὶ τῶν φίλων ἀποπεμπόμενον τοῖς μὴ παροῦσι, τοὺς δὲ παρόντας καλοῦντα καὶ παρατιθέντα τῶν σαρκῶν ἀφειδῶς, μή τι γελάσωμεν; ἀλλὰ <milestone unit="tlnum" n="20"/> καὶ νῦν ἴσως ἁμαρτάνομεν, ὅταν ἁψώμεθα τῶν βιβλίων τούτων, μὴ καθαιρόμενοι χεῖρας καὶ ὄψεις καὶ πόδας καὶ ἀκοάς, εἰ μὴ νὴ Δία ἐκείνων καθαρμὸς <milestone unit="stephpage" xml:id="stephpage-998a" n="998a"/> ἐστι τὸ περὶ τούτων διαλέγεσθαι <q>ποτίμῳ λόγῳ</q> ὥς φησιν ὁ Πλάτων <q>ἁλμυρὰν ἀκοὴν <pb xml:id="v.6.p.115"/> ἀποκλυζομένους.</q> εἰ δὲ θείη τις τὰ βιβλία παρʼ ἄλληλα καὶ τοὺς λόγους, ἐκεῖνα μὲν Σκύθαις φιλοσοφεῖσθαι καὶ Σογδιανοῖς καὶ Μελαγχλαίνοις, περὶ ὧν Ἡρόδοτος ἱστορῶν ἀπιστεῖται τὰ δὲ Πυθαγόρου καὶ Ἐμπεδοκλέους <milestone unit="tlnum" n="5"/> δόγματα νόμοι τῶν παλαιῶν ἦσαν Ἑλλήνων καὶ αἱ ἄπυροι δίαιται. <gap reason="lost"/> ὅτι πρὸς τὰ ἄλογα ζῷα δίκαιον ἡμῖν οὐδὲν ἔστι. </p></div></div></body></text></TEI>