<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg131.perseus-grc2"><div type="textpart" subtype="section" n="6"><p rend="indent">Διογένης δʼ ὠμὸν φαγεῖν πολύπουν ἐτόλμησεν, <pb xml:id="v.6.p.108"/> <milestone unit="stephpage" xml:id="stephpage-995d" n="995d"/> ἵνα τὴν διὰ τοῦ πυρὸς ἐκβάλῃ κατεργασίαν τῶν κρεῶν· καὶ πολλῶν περιεστώτων αὐτὸν ἀνθρώπων, ἐγκαλυψάμενος τῷ τρίβωνι καὶ τῷ στόματι προσφέρων τὸ κρέας <q>ὑπὲρ ὑμῶν</q> φησὶν <q>ἐγὼ παραβάλλομαι καὶ <milestone unit="tlnum" n="5"/> προκινδυνεύω</q> καλόν, ὦ Ζεῦ, κίνδυνον οὐ γάρ, ὡς Πελοπίδας ὑπὲρ τῆς Θηβῶν ἐλευθερίας ἢ ὡς Ἁρμόδιος καὶ Ἀριστογείτων ὑπὲρ τῆς Ἀθηναίων, προεκινδύνευσεν ὁ φιλόσοφος ὠμῷ πολύποδι διαμαχόμενος, ἵνα τὸν βίον ἀποθηριώσῃ; οὐ τοίνυν μόνον αἱ κρεοφαγίαι <milestone unit="tlnum" n="10"/> τοῖς σώμασι γίγνονται παρὰ φύσιν, ἀλλὰ καὶ τὰς ψυχὰς ὑπὸ πλησμονῆς καὶ κόρου παχύνουσιν· <milestone unit="stephpage" xml:id="stephpage-995e" n="995e"/> <q>οἶνος γὰρ καὶ σαρκῶν ἐμφορήσιες σῶμα μὲν ἰσχυρὸν ποιέουσι καὶ ῥωμαλέον, ψυχὴν δὲ ἀσθενέα</q> καὶ ἵνα μὴ τοῖς ἀθληταῖς ἀπεχθάνωμαι, συγγενέσι χρῶμαι <milestone unit="tlnum" n="15"/> παραδείγμασι· τοὺς γὰρ Βοιωτοὺς ἡμᾶς οἱ Ἀττικοὶ καὶ παχεῖς καὶ ἀναισθήτους καὶ ἠλιθίους, μάλιστα διὰ τὰς ἀδηφαγίας προσαγορεύουσιν· <q>οὗτοι δʼ αὖ συ <gap reason="lost"/></q> καὶ ὁ Μένανδρος <q>οἳ γνάθους ἔχουσι,</q> καὶ ὁ Πίνδαρος <q>γνῶναὶ τʼ ἔπειτα</q> <q>αὐγὴ ξηρὴ ψυχὴ <milestone unit="tlnum" n="20"/> σοφωτάτη</q> κατὰ τὸν Ἡράκλειτον· οἱ κενοὶ πίθοι <pb xml:id="v.6.p.109"/> κρουσθέντες ἠχοῦσι, γενόμενοι δὲ πλήρεις οὐχ ὑπακούουσι ταῖς πληγαῖς· τῶν χαλκωμάτων τὰ λεπτὰ τοὺς ψόφους ἐν κύκλῳ διαδίδωσιν, ἄχρι οὗ ἐμφράξῃ <milestone unit="stephpage" xml:id="stephpage-995f" n="995f"/> καὶ τυφλώσῃ τις τῇ χειρὶ τῆς· πληγῆς περιφερομένης <milestone unit="tlnum" n="5"/> ἐπιλαμβανόμενος· ὀφθαλμὸς; ὑγροῦ πλεονάσαντος ἀναπλησθεὶς μαραυγεῖ καὶ ἀτονεῖ πρὸς τὸ οἰκεῖον ἔργον· τὸν ἥλιον διʼ ἀέρος ὑγροῦ καὶ ἀναθυμιάσεων πλήθους ἀπέπτων ἀθρήσαντες οὐ καθαρὸν οὐδὲ λαμπρὸν ἀλλὰ βύθιον καὶ ἀχλυώδη καὶ ὀλισθαίνοντα <milestone unit="tlnum" n="10"/> ταῖς αὐγαῖς ὁρῶμεν. οὕτω δὴ καὶ διὰ σώματος <milestone unit="stephpage" xml:id="stephpage-996a" n="996a"/> θολεροῦ καὶ διακόρου καὶ βαρυνομένου τροφαῖς ἀσυμφύλοις πᾶσα ἀνάγκη τὸ γάνωμα τῆς ψυχῆς καὶ τὸ φέγγος ἀμβλύτητα καὶ σύγχυσιν ἔχειν καὶ πλανᾶσθαι καὶ φέρεσθαι, πρὸς τὰ λεπτὰ καὶ δυσθεώρητα <milestone unit="tlnum" n="15"/> τέλη τῶν πραγμάτων αὐγὴν καὶ τόνον οὐκ ἐχούσης. </p></div></div></body></text></TEI>