<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg131.perseus-grc2"><div type="textpart" subtype="section" n="6"><p rend="indent">Διογένης δʼ ὠμὸν φαγεῖν πολύπουν ἐτόλμησεν, <pb xml:id="v.6.p.108"/> <milestone unit="stephpage" xml:id="stephpage-995d" n="995d"/> ἵνα τὴν διὰ τοῦ πυρὸς ἐκβάλῃ κατεργασίαν τῶν κρεῶν· καὶ πολλῶν περιεστώτων αὐτὸν ἀνθρώπων, ἐγκαλυψάμενος τῷ τρίβωνι καὶ τῷ στόματι προσφέρων τὸ κρέας <q>ὑπὲρ ὑμῶν</q> φησὶν <q>ἐγὼ παραβάλλομαι καὶ <milestone unit="tlnum" n="5"/> προκινδυνεύω</q> καλόν, ὦ Ζεῦ, κίνδυνον οὐ γάρ, ὡς Πελοπίδας ὑπὲρ τῆς Θηβῶν ἐλευθερίας ἢ ὡς Ἁρμόδιος καὶ Ἀριστογείτων ὑπὲρ τῆς Ἀθηναίων, προεκινδύνευσεν ὁ φιλόσοφος ὠμῷ πολύποδι διαμαχόμενος, ἵνα τὸν βίον ἀποθηριώσῃ; οὐ τοίνυν μόνον αἱ κρεοφαγίαι <milestone unit="tlnum" n="10"/> τοῖς σώμασι γίγνονται παρὰ φύσιν, ἀλλὰ καὶ τὰς ψυχὰς ὑπὸ πλησμονῆς καὶ κόρου παχύνουσιν· <milestone unit="stephpage" xml:id="stephpage-995e" n="995e"/> <q>οἶνος γὰρ καὶ σαρκῶν ἐμφορήσιες σῶμα μὲν ἰσχυρὸν ποιέουσι καὶ ῥωμαλέον, ψυχὴν δὲ ἀσθενέα</q> καὶ ἵνα μὴ τοῖς ἀθληταῖς ἀπεχθάνωμαι, συγγενέσι χρῶμαι <milestone unit="tlnum" n="15"/> παραδείγμασι· τοὺς γὰρ Βοιωτοὺς ἡμᾶς οἱ Ἀττικοὶ καὶ παχεῖς καὶ ἀναισθήτους καὶ ἠλιθίους, μάλιστα διὰ τὰς ἀδηφαγίας προσαγορεύουσιν· <q>οὗτοι δʼ αὖ συ <gap reason="lost"/></q> καὶ ὁ Μένανδρος <q>οἳ γνάθους ἔχουσι,</q> καὶ ὁ Πίνδαρος <q>γνῶναὶ τʼ ἔπειτα</q> <q>αὐγὴ ξηρὴ ψυχὴ <milestone unit="tlnum" n="20"/> σοφωτάτη</q> κατὰ τὸν Ἡράκλειτον· οἱ κενοὶ πίθοι <pb xml:id="v.6.p.109"/> κρουσθέντες ἠχοῦσι, γενόμενοι δὲ πλήρεις οὐχ ὑπακούουσι ταῖς πληγαῖς· τῶν χαλκωμάτων τὰ λεπτὰ τοὺς ψόφους ἐν κύκλῳ διαδίδωσιν, ἄχρι οὗ ἐμφράξῃ <milestone unit="stephpage" xml:id="stephpage-995f" n="995f"/> καὶ τυφλώσῃ τις τῇ χειρὶ τῆς· πληγῆς περιφερομένης <milestone unit="tlnum" n="5"/> ἐπιλαμβανόμενος· ὀφθαλμὸς; ὑγροῦ πλεονάσαντος ἀναπλησθεὶς μαραυγεῖ καὶ ἀτονεῖ πρὸς τὸ οἰκεῖον ἔργον· τὸν ἥλιον διʼ ἀέρος ὑγροῦ καὶ ἀναθυμιάσεων πλήθους ἀπέπτων ἀθρήσαντες οὐ καθαρὸν οὐδὲ λαμπρὸν ἀλλὰ βύθιον καὶ ἀχλυώδη καὶ ὀλισθαίνοντα <milestone unit="tlnum" n="10"/> ταῖς αὐγαῖς ὁρῶμεν. οὕτω δὴ καὶ διὰ σώματος <milestone unit="stephpage" xml:id="stephpage-996a" n="996a"/> θολεροῦ καὶ διακόρου καὶ βαρυνομένου τροφαῖς ἀσυμφύλοις πᾶσα ἀνάγκη τὸ γάνωμα τῆς ψυχῆς καὶ τὸ φέγγος ἀμβλύτητα καὶ σύγχυσιν ἔχειν καὶ πλανᾶσθαι καὶ φέρεσθαι, πρὸς τὰ λεπτὰ καὶ δυσθεώρητα <milestone unit="tlnum" n="15"/> τέλη τῶν πραγμάτων αὐγὴν καὶ τόνον οὐκ ἐχούσης. </p></div><div type="textpart" subtype="section" n="7"><p rend="indent">χωρὶς δὲ τούτων ὁ πρὸς φιλανθρωπίαν ἐθισμὸς οὐ δοκεῖ θαυμαστὸν εἶναι; τίς γὰρ ἂν ἀδικήσειεν ἄνθρωπον, οὕτω πρὸς ἀλλότρια κακὰ καὶ ἀσύμφυλα διακείμενος καὶ πράως καὶ φιλανθρώπως; <milestone unit="tlnum" n="20"/> ἐμνήσθην δὲ τρίτην ἡμέραν διαλεγόμενος περὶ Ξενοκράτους, καὶ ὅτι Ἀθηναῖοι τῷ ζῶντα τὸν κριὸν ἐκδείραντι δίκην ἐπέθηκαν οὐκ ἔστι δέ, οἶμαι, <milestone unit="stephpage" xml:id="stephpage-996b" n="996b"/> χείρων ὁ ζῶντα βασανίζων τοῦ παραιρουμένου τὸ ζῆν καὶ φονεύοντος· ἀλλὰ μᾶλλον, ὡς ἔοικε, τῶν <pb xml:id="v.6.p.110"/> παρὰ συνήθειαν ἢ τῶν παρὰ φύσιν αἰσθανόμεθα. καὶ ταῦτα μὲν ἐκεῖ κοινότερον ἔλεγον· τὴν δὲ μεγάλην καὶ μυστηριώδη καὶ ἄπιστον ἀνδράσι δειλοῖς, φησιν ὁ Πλάτων, καὶ θνητὰ φρονοῦσιν <milestone unit="tlnum" n="5"/> ἀρχὴν τοῦ δόγματος; ὀκνῶ μὲν ἔτι τῷ λόγῳ κινεῖν, ὥσπερ ναῦν ἐν χειμῶνι ναύκληρος ἢ μηχανὴν αἴρει ποιητικὸς ἀνὴρ ἐν θεάτρῳ σκηνῆς περιφερομένης. οὐ χεῖρον δʼ ἴσως καὶ προανακρούσασθαι καὶ προαναφωνῆσαι τὰ τοῦ Ἐμπεδοκλέους· <gap reason="lost"/> ἀλληγορεῖ γὰρ <milestone unit="tlnum" n="10"/> ἐνταῦθα τὰς ψυχάς, ὅτι φόνων καὶ βρώσεως σαρκῶν καὶ ἀλληλοφαγίας δίκην τίνουσαι σώμασι θνητοῖς <milestone unit="stephpage" xml:id="stephpage-996c" n="996c"/> ἐνδέδενται. καίτοι δοκεῖ παλαιότερος οὗτος ὁ λόγος εἶναι· τὰ γὰρ δὴ περὶ τὸν Διόνυσον μεμυθευμένα πάθη τοῦ διαμελισμοῦ καὶ τὰ Τιτάνων ἐπʼ αὐτὸν <milestone unit="tlnum" n="15"/> τολμήματα, κολάσεις τε τούτων καὶ κεραυνώσεις γευσαμένων τοῦ φόνου, ᾐνιγμένος ἐστὶ μῦθος εἰς τὴν παλιγγενεσίαν· τὸ γὰρ ἐν ἡμῖν ἄλογον καὶ ἄτακτον καὶ βίαιον οὐ θεῖον ἀλλὰ δαιμονικὸν οἱ παλαιοὶ Τιτᾶνας ὠνόμασαν, καὶ τοῦτʼ ἔστι <milestone unit="tlnum" n="20"/> κολαζομένου καὶ δίκην διδόντος. </p></div></div></body></text></TEI>