<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg131.perseus-grc2"><div type="textpart" subtype="section" n="4"><p rend="indent">ἀλλʼ οὐδὲν ἡμᾶς δυσωπεῖ, οὐ χρόας ἀνθηρὸν εἶδος, οὐ φωνῆς ἐμμελοῦς πιθανότης, οὐ πανουργία <milestone unit="stephpage" xml:id="stephpage-994e" n="994e"/> ψυχῆς, οὐ τὸ καθάριον ἐν διαίτῃ καὶ περιττὸν ἐν συνέσει τῶν ἀθλίων, ἀλλὰ σαρκιδίου μικροῦ χάριν <milestone unit="tlnum" n="20"/> ἀφαιρούμεθα ψυχῆς ἥλιον, φῶς, τὸν τοῦ βίου χρόνον, ἐφʼ ᾧ γέγονε καὶ πέφυκεν. εἶθʼ ἃς φθέγγεται καὶ διέτρισε φωνὰς ἀνάρθρους εἶναι δοκοῦμεν, οὐ παραιτήσεις καὶ δεήσεις καὶ δικαιολογίας ἑκάστου <pb xml:id="v.6.p.106"/> λέγοντος <q>οὐ παραιτοῦμαί σου τὴν ἀνάγκην ἀλλὰ τὴν ὕβριν, ἵνα φάγῃς ἀπόκτεινον, ἵνα δʼ ἥδιον φάγῃς μὴ μʼ ἀναίρει</q> ὢ τῆς ὠμότητος δεινὸν μέν ἐστι καὶ τιθεμένην ἰδεῖν τράπεζαν ἀνθρώπων πλουσίων <milestone unit="tlnum" n="5"/> νεκροκόσμοις χρωμένων μαγείροις καὶ ὀψοποιοῖς, δεινότερον δʼ ἀποκομιζομένην πλείονα γὰρ τὰ λειπόμενα <milestone unit="stephpage" xml:id="stephpage-994f" n="994f"/> τῶν βεβρωμένων ἐστίν οὐκοῦν ταῦτα μάτην ἀπέθανεν ἕτεροι δὲ φειδόμενοι τῶν παρατεθέντων οὐκ ἐῶσι τέμνειν οὐδὲ κατακόπτειν, παραιτούμενοι <milestone unit="tlnum" n="10"/> νεκρά, ζώντων δʼ οὐκ ἐφείσαντο. </p></div></div></body></text></TEI>