ἀλλʼ οὐδὲν ἡμᾶς δυσωπεῖ, οὐ χρόας ἀνθηρὸν εἶδος, οὐ φωνῆς ἐμμελοῦς πιθανότης, οὐ πανουργία ψυχῆς, οὐ τὸ καθάριον ἐν διαίτῃ καὶ περιττὸν ἐν συνέσει τῶν ἀθλίων, ἀλλὰ σαρκιδίου μικροῦ χάριν ἀφαιρούμεθα ψυχῆς ἥλιον, φῶς, τὸν τοῦ βίου χρόνον, ἐφʼ ᾧ γέγονε καὶ πέφυκεν. εἶθʼ ἃς φθέγγεται καὶ διέτρισε φωνὰς ἀνάρθρους εἶναι δοκοῦμεν, οὐ παραιτήσεις καὶ δεήσεις καὶ δικαιολογίας ἑκάστου λέγοντος οὐ παραιτοῦμαί σου τὴν ἀνάγκην ἀλλὰ τὴν ὕβριν, ἵνα φάγῃς ἀπόκτεινον, ἵνα δʼ ἥδιον φάγῃς μὴ μʼ ἀναίρει ὢ τῆς ὠμότητος δεινὸν μέν ἐστι καὶ τιθεμένην ἰδεῖν τράπεζαν ἀνθρώπων πλουσίων νεκροκόσμοις χρωμένων μαγείροις καὶ ὀψοποιοῖς, δεινότερον δʼ ἀποκομιζομένην πλείονα γὰρ τὰ λειπόμενα τῶν βεβρωμένων ἐστίν οὐκοῦν ταῦτα μάτην ἀπέθανεν ἕτεροι δὲ φειδόμενοι τῶν παρατεθέντων οὐκ ἐῶσι τέμνειν οὐδὲ κατακόπτειν, παραιτούμενοι νεκρά, ζώντων δʼ οὐκ ἐφείσαντο. ἄλογον γὰρ εἶναί φαμεν ἐκείνους λέγειν τοὺς ἄνδρας ἀρχὴν ἔχειν τὴν φύσιν ὅτι γὰρ οὐκ ἔστιν ἀνθρώπῳ κατὰ φύσιν τὸ σαρκοφαγεῖν, πρῶτον μὲν ἀπὸ τῶν σωμάτων δηλοῦται τῆς· κατασκευῆς. οὐδενὶ γὰρ ἔοικε τὸ ἀνθρώπου σῶμα τῶν ὑ ἐπὶ σαρκοφαγίᾳ γεγονότων, οὐ γρυπότης χείλους, οὐκ ὀξύτης; ὄνυχος, οὐ τραχύτης ὀδόντος πρόσεστιν, οὐ κοιλίας εὐτονία καὶ πνεύματος θερμότης, τρέψαι καὶ κατεργάσασθαι δυνατὴ τὸ βαρὺ καὶ κρεῶδες ἀλλʼ αὐτόθεν ἡ φύσις τῇ λειότητι τῶν ὀδόντων καὶ τῇ σμικρότητι τοῦ στόματος καὶ τῇ μαλακότητι τῆς γλώσσης καὶ τῇ πρὸς πέψιν ἀμβλύτητι τοῦ πνεύματος ἐξόμνυται τὴν σαρκοφαγίαν. εἰ δὲ λέγεις πεφυκέναι σεαυτὸν ἐπὶ τοιαύτην ἐδωδήν, ὃ βούλει φαγεῖν πρῶτον αὐτὸς ἀπόκτεινον, ἀλλʼ αὐτὸς διὰ σεαυτοῦ, μὴ χρησάμενος κοπίδι μηδὲ τυμπάνῳ τινὶ μηδὲ πελέκει· ἀλλά, ὡς λύκοι καὶ ἄρκτοι καὶ λέοντες αὐτοὶ ὅσα ἐσθίουσι φονεύουσιν, ἄνελε δήγματι βοῦν ἢ στόματι σῦν, ἢ ἄρνα ἢ λαγωὸν διάρρηξον καὶ φάγε προσπεσὼν ἔτι ζῶντος, ὡς ἐκεῖνα. εἰ δʼ ἀναμένεις νεκρὸν γενέσθαι τὸ αἰσθόμενον καὶ δυσωπεῖ σε παροῦσα ψυχὴ ἀπολαύειν τῆς σαρκός, τί παρὰ φύσιν ἐσθίεις τὸ ἔμψυχον; ἀλλʼ οὐδʼ ἄψυχον ἄν τις φάγοι καὶ νεκρὸν οἷόν ἐστιν, ἀλλʼ ἕψουσιν ὀπτῶσι μεταβάλλουσι διὰ πυρὸς καὶ φαρμάκων, ἀλλοιοῦντες καὶ τρέποντες καὶ σβεννύοντες ἡδύσμασι μυρίοις τὸν φόνον, ἵνʼ ἡ γεῦσις ἐξαπατηθεῖσα προσδέξηται τἀλλότριον. καίτοι χάριέν γε τὸ τοῦ Λάκωνος, ὃς ἰχθύδιον ἐν πανδοκείῳ πριάμενος τῷ πανδοκεῖ σκευάσαι παρέδωκεν· αἰτοῦντος δʼ ἐκείνου τυρὸν καὶ ὄξος καὶ ἔλαιον, ἀλλʼ εἰ ταῦτʼ εἶχον εἶπεν οὐκ ἂν ἰχθὺν ἐπριάμην ἡμεῖς δʼ οὕτως ἐν τῷ μιαιφόνῳ τρυφῶμεν, ὥστʼ ὄψον τὸ κρέας προσαγορεύομεν, εἶτ̓ ὄψων πρὸς αὐτὸ τὸ κρέας δεόμεθα, ἀναμιγνύντες ἔλαιον οἶνον μέλι γάρον ὄντως ἡδύσμασι Συριακοῖς Ἀραβικοῖς, ὥσπερ ὄξος νεκρὸν ἐνταφιάζοντες. καὶ γὰρ οὕτως αὐτῶν διαλυθέντων καὶ μαλαχθέντων καὶ τρόπον τινὰ προσαπέντων ἔργον ἐστὶ τὴν πέψιν κρατῆσαι, καὶ διακρατηθείσης δὲ δεινὰς βαρύτητας ἐμποιεῖ καὶ νοσώδεις ἀπεψίας.