<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg131.perseus-grc2"><div type="textpart" subtype="section" n="2"><p rend="indent">ἢ τοῖς μὲν πρώτοις ἐκείνοις ἐπιχειρήσασι σαρκοφαγεῖν τὴν αἰτίαν ἂν εἴποι τις πᾶσαν εἶναι τὴν ἀπορίαν· οὐ γὰρ ἐπιθυμίαις ἀνόμοις συνδιάγοντες <milestone unit="stephpage" xml:id="stephpage-993d" n="993d"/> οὐδʼ ἐν περιουσίᾳ τινὶ ἀναγκαίων ὑβρίσαντες εἰς <milestone unit="tlnum" n="10"/> ἡδονὰς παρὰ φύσιν ἀσυμφύλους ἐπὶ ταῦτʼ ἦλθον· ἀλλʼ εἴποιεν ἂν αἴσθησιν ἐν τῷ παρόντι καὶ φωνὴν λαβόντες· ὦ μακάριοι. καὶ θεοφιλεῖς οἱ νῦν ὄντες ὑμεῖς οἷον βίου λαχόντες αἰῶνα καρποῦσθε καὶ νέμεσθε κλῆρον ἀγαθῶν ἄφθονον, ὅσα φύεται ὑμῖν; <milestone unit="tlnum" n="15"/> ὅσα τρυγᾶται; ὅσον πλοῦτον ἐκ πεδίων, ὅσας ἀπὸ φυτῶν ἡδονὰς δρέπεσθαι πάρεστιν; ἔξεστιν ὑμῖν καὶ τρυφᾶν μὴ μιαινομένοις. ἡμᾶς δὲ σκυθρωπότατον καὶ φοβερώτατον ἐδέξατο βίου καὶ χρόνου μέρος, <milestone unit="stephpage" xml:id="stephpage-993e" n="993e"/> εἰς πολλὴν καὶ ἀμήχανον ἐκπεσόντας ὑπὸ τῆς πρώτης <milestone unit="tlnum" n="20"/> γενέσεως ἀπορίαν ἔτι μὲν οὐρανὸν ἔκρυπτεν ἀήρ, καὶ ἄστρα θολερῷ καὶ δυσδιαστατοῦντι πεφυρμένα ὑγρῷ καὶ πυρὶ καὶ ζάλαις ἀνέμων οὔπω δʼ ἥλιος ἵδρυτο ἀπλανῆ καὶ βέβαιον <pb xml:id="v.6.p.103"/> <quote rend="blockquote"><l>ἔχων δρόμον ἠὼ </l><l> καὶ δύσιν ἔκρινεν, περὶ δʼ ἢγαγεν αὖθις ὀπίσσω </l><l> καρποφόροισιν ἐπιστέψας κάλυκος στεφάνοισιν </l><l>ὥρας· γῆ δʼ ὕβριστο</l></quote> <milestone unit="tlnum" n="5"/> ποταμῶν ἐκβολαῖς ἀτάκτοις, καὶ πολλὰ <q>λίμναισιν ἄμορφα</q> καὶ πηλοῖς βαθέσι καὶ λόχμαις ἀφόροις καὶ ὕλαις ἐξηγρίωτο· φορᾶς δʼ ἡμέρων καρπῶν καὶ τέχνης ὄργανον οὐδὲν οὐδὲ μηχανὴ σοφίας· ὁ δὲ λιμὸς οὐκ ἐδίδου χρόνον οὐδʼ ὥρας ἐτησίους σπόρος <milestone unit="tlnum" n="10"/> <milestone unit="stephpage" xml:id="stephpage-993f" n="993f"/> οὐκ ὢν τότʼ ἀνέμενε.. τί θαυμαστόν, εἰ ζῴων ἐχρησάμεθα σαρξὶ παρὰ φύσιν, ὅτʼ ἰλὺς ἠσθίετο καὶ φλοιὸς ἐβρώθη ξύλου, καὶ ἄγρωστιν εὑρεῖν βλαστάνουσαν ἢ φλεώ τινα ῥίζαν εὐτυχὲς ἦν; βαλάνου δὲ γευσάμενοι καὶ φαγόντες ἐχόρευσαν ὑφʼ <milestone unit="tlnum" n="15"/> ἡδονῆς περὶ δρῦν τινα καὶ φηγόν, ζείδωρον καὶ μητέρα καὶ τροφὸν ἀποκαλοῦντες· ἐκείνην ὁ τότε <milestone unit="stephpage" xml:id="stephpage-994a" n="994a"/> βίος ἑορτὴν ἔγνω, τὰ δʼ ἄλλα φλεγμονῆς ἦν ἅπαντα μεστὰ καὶ στυγνότητος. ὑμᾶς δὲ τοὺς νῦν τίς λύσσα καὶ τίς οἶστρος ἄγει πρὸς μιαιφονίαν, οἷς <milestone unit="tlnum" n="20"/> τοσαῦτα περίεστι τῶν ἀναγκαίων; τί καταψεύδεσθε τῆς γῆς ὡς· τρέφειν μὴ δυναμένης; τί τὴν θεσμοφόρον ἀσεβεῖτε Δήμητρα καὶ τὸν ἡμερίδην καὶ μειλίχιον <pb xml:id="v.6.p.104"/> δε εσυ ξαρνιυμ αἰσχύνετε Διόνυσον, ὡς οὐχ ἱκανὰ παρὰ τούτων λαμβάνοντες; οὐκ αἰδεῖσθε τοὺς ἡμέρους καρποὺς αἵματι καὶ φόνῳ μιγνύοντες; ἀλλὰ δράκοντας ἀγρίους καλεῖτε καὶ παρδάλεις καὶ λέοντας, αὐτοὶ δὲ μιαιφονεῖτε <milestone unit="tlnum" n="5"/> εἰς ὠμότητα καταλιπόντες ἐκείνοις οὐδέν· <milestone unit="stephpage" xml:id="stephpage-994b" n="994b"/> ἐκείνοις μὲν γὰρ ὁ φόνος τροφή, ὑμῖν δʼ ὄψον ἐστίν. </p></div><div type="textpart" subtype="section" n="3"><p rend="indent">οὐ γὰρ δὴ λέοντὰς γʼ ἀμυνόμενοι καὶ λύκους ἐσθίομεν· ἀλλὰ ταῦτα μὲν ἐῶμεν, τὰ δʼ ἀβλαβῆ καὶ χειροήθη καὶ ἄκεντρα καὶ νωδὰ πρὸς τὸ δακεῖν <milestone unit="tlnum" n="10"/> συλλαμβάνοντες ἀποκτιννύομεν, ἃ νὴ Δία καὶ κάλλους ἕνεκα καὶ χάριτος ἡ φύσις ἔοικεν ἐξενεγκεῖν. ὅμοιον ὡς εἴ τις τὸν Νεῖλον ὁρῶν πλημμυροῦντα καὶ τὴν χώραν ἐμπιπλάντα γονίμου καὶ καρποφόρου ῥεύματος μὴ τοῦτο θαυμάζοι τοῦ φερομένου, τὸ <milestone unit="tlnum" n="15"/> φυτάλμιον καὶ εὔκαρπον τῶν ἡμερωτάτων καὶ βιωφελεστάτων καρπῶν, ἀλλʼ ἰδών που καὶ κροκόδειλον ἐννηχόμενον καὶ ἀσπίδα κατασυρομένην καὶ μύας, <milestone unit="stephpage" xml:id="stephpage-994c" n="994c"/> ἄγρια ζῷα καὶ μιαρά, ταύτας λέγοι τὰς αἰτίας τῆς μέμψεως καὶ τῆς τοῦ πράγματος ἀνάγκης· ἢ νὴ Δία <milestone unit="tlnum" n="20"/> τὴν γῆν ταύτην καὶ τὴν ἄρουραν ἀποβλέψας ἐμπεπλησμένην ἡμέρων καρπῶν καὶ βρίθουσαν ἀσταχύων, ἔπειτα ὑποβλέψας που τοῖς ληίοις τούτοις καὶ πού τινος αἴρας στάχυν ἰδὼν καὶ ὀροβάγχην, εἶτʼ <pb xml:id="v.6.p.105"/> ἀφεὶς ἐκεῖνα καρποῦσθαι καὶ ληίζεσθαι μέμφοιτο περὶ τούτων. τοιοῦτόν τι, καὶ λόγον ῥήτορος ὁρῶν ἐν δίκῃ τινὶ καὶ συνηγορίᾳ πληθύοντα καὶ φερόμενον ἐπὶ βοηθείᾳ κινδύνων, ἢ νὴ Δίʼ ἐλέγχῳ καὶ <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-994d" n="994d"/> κατηγορίᾳ τολμημάτων καὶ ἀποδείξεων, ῥέοντα δὲ καὶ φερόμενον οὐχ ἁπλῶς οὐδὲ λιτῶς, ἀλλʼ ὁμοῦ πάθεσι πολλοῖς μᾶλλον δὲ παντοδαποῖς, εἰς ψυχὰς ὁμοίως πολλὰς καὶ ποικίλας καὶ διαφόρους τῶν ἀκροωμένων ἢ τῶν δικαζόντων, ἃς δεῖ τρέψαι καὶ <milestone unit="tlnum" n="10"/> μεταβαλεῖν ἢ νὴ Δία πραῧναι καὶ ἡμερῶσαι καὶ καταστῆσαι· εἶτα παρεὶς τοῦτο τοῦ πράγματος ὁρᾶν καὶ μετρεῖν τὸ φύλαιον καὶ ἀγώνισμα, παραρρήσεις ἐκλέγων, ἃς κατιὼν ὁ λόγος συγκατήνεγκε τῇ ῥύμῃ τῆς φορᾶς, συνεκπεσούσας καὶ παρολισθούσας τῷ <milestone unit="tlnum" n="15"/> λοιπῷ τοῦ λόγου. καὶ δημηγόρου τινὸς ὁρῶν. </p></div></div></body></text></TEI>