<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg131.perseus-grc2"><div type="textpart" subtype="section" n="1"><p rend="indent"><milestone unit="stephpage" xml:id="stephpage-993a" n="993a"/>ἀλλὰ σὺ μὲν ἐρωτᾷς; τίνι λόγῳ Πυθαγόρας ἀπείχετο σαρκοφαγίας, ἐγὼ δὲ θαυμάζω καὶ τίνι <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-993b" n="993b"/> πάθει καὶ ποίᾳ ψυχῇ ἢ λόγῳ ὁ πρῶτος ἄνθρωπος ἥψατο φόνου στόματι καὶ τεθνηκότος ζῴου χείλεσι προσήψατο σαρκός· καὶ νεκρῶν σωμάτων καὶ ἑώλων προθέμενος τραπέζας ὄψα καὶ τρυφὰς καὶ προσέτι εἰπεῖν τὰ μικρὸν ἔμπροσθεν βρυχώμενα μέρη καὶ <milestone unit="tlnum" n="10"/> φθεγγόμενα καὶ κινούμενα καὶ βλέποντα· πῶς ἡ ὄψις ὑπέμεινε τὸν φόνον σφαζομένων δερομένων διαμελιζομένων, πῶς ἡ ὄσφρησις ἤνεγκε τὴν ἀποφοράν πῶς τὴν γεῦσιν οὐκ ἀπέτρεψεν ὁ μολυσμὸς <milestone unit="stephpage" xml:id="stephpage-993c" n="993c"/> ἑλκῶν ψαύουσαν ἀλλοτρίων καὶ τραυμάτων θανασίμων <milestone unit="tlnum" n="15"/> χυμοὺς· καὶ ἰχῶρας ἀπολαμβάνουσαν. <quote rend="blockquote"><l>εἷρπον μὲν ῥινοί, κρέα δʼ ἀμφʼ ὀβελοῖς ἐμεμύκει </l><l>ὀπταλέα τε καὶ ὠμά, βοῶν δʼ ὣς γίγνετο φωνὴ</l></quote> τοῦτο πλάσμα καὶ μῦθός ἐστι, τὸ δέ γε δεῖπνον ἀληθῶς τερατῶδες, πεινῆν τινα τῶν μυκωμένων <pb xml:id="v.6.p.102"/> ἔτι, καὶ διδάσκοντα ἀφʼ ὧν δεῖ τρέφεσθαι ζώντων ἔτι καὶ λαλούντων, καὶ διαταττόμενον ἀρτύσεις τινὰς καὶ ὀπτήσεις καὶ παραθέσεις· τούτων ἔδει ζητεῖν τὸν πρῶτον ἀρξάμενον οὐ τὸν ὀψὲ παυσάμενον <milestone unit="tlnum" n="5"/> </p></div><div type="textpart" subtype="section" n="2"><p rend="indent">ἢ τοῖς μὲν πρώτοις ἐκείνοις ἐπιχειρήσασι σαρκοφαγεῖν τὴν αἰτίαν ἂν εἴποι τις πᾶσαν εἶναι τὴν ἀπορίαν· οὐ γὰρ ἐπιθυμίαις ἀνόμοις συνδιάγοντες <milestone unit="stephpage" xml:id="stephpage-993d" n="993d"/> οὐδʼ ἐν περιουσίᾳ τινὶ ἀναγκαίων ὑβρίσαντες εἰς <milestone unit="tlnum" n="10"/> ἡδονὰς παρὰ φύσιν ἀσυμφύλους ἐπὶ ταῦτʼ ἦλθον· ἀλλʼ εἴποιεν ἂν αἴσθησιν ἐν τῷ παρόντι καὶ φωνὴν λαβόντες· ὦ μακάριοι. καὶ θεοφιλεῖς οἱ νῦν ὄντες ὑμεῖς οἷον βίου λαχόντες αἰῶνα καρποῦσθε καὶ νέμεσθε κλῆρον ἀγαθῶν ἄφθονον, ὅσα φύεται ὑμῖν; <milestone unit="tlnum" n="15"/> ὅσα τρυγᾶται; ὅσον πλοῦτον ἐκ πεδίων, ὅσας ἀπὸ φυτῶν ἡδονὰς δρέπεσθαι πάρεστιν; ἔξεστιν ὑμῖν καὶ τρυφᾶν μὴ μιαινομένοις. ἡμᾶς δὲ σκυθρωπότατον καὶ φοβερώτατον ἐδέξατο βίου καὶ χρόνου μέρος, <milestone unit="stephpage" xml:id="stephpage-993e" n="993e"/> εἰς πολλὴν καὶ ἀμήχανον ἐκπεσόντας ὑπὸ τῆς πρώτης <milestone unit="tlnum" n="20"/> γενέσεως ἀπορίαν ἔτι μὲν οὐρανὸν ἔκρυπτεν ἀήρ, καὶ ἄστρα θολερῷ καὶ δυσδιαστατοῦντι πεφυρμένα ὑγρῷ καὶ πυρὶ καὶ ζάλαις ἀνέμων οὔπω δʼ ἥλιος ἵδρυτο ἀπλανῆ καὶ βέβαιον <pb xml:id="v.6.p.103"/> <quote rend="blockquote"><l>ἔχων δρόμον ἠὼ </l><l> καὶ δύσιν ἔκρινεν, περὶ δʼ ἢγαγεν αὖθις ὀπίσσω </l><l> καρποφόροισιν ἐπιστέψας κάλυκος στεφάνοισιν </l><l>ὥρας· γῆ δʼ ὕβριστο</l></quote> <milestone unit="tlnum" n="5"/> ποταμῶν ἐκβολαῖς ἀτάκτοις, καὶ πολλὰ <q>λίμναισιν ἄμορφα</q> καὶ πηλοῖς βαθέσι καὶ λόχμαις ἀφόροις καὶ ὕλαις ἐξηγρίωτο· φορᾶς δʼ ἡμέρων καρπῶν καὶ τέχνης ὄργανον οὐδὲν οὐδὲ μηχανὴ σοφίας· ὁ δὲ λιμὸς οὐκ ἐδίδου χρόνον οὐδʼ ὥρας ἐτησίους σπόρος <milestone unit="tlnum" n="10"/> <milestone unit="stephpage" xml:id="stephpage-993f" n="993f"/> οὐκ ὢν τότʼ ἀνέμενε.. τί θαυμαστόν, εἰ ζῴων ἐχρησάμεθα σαρξὶ παρὰ φύσιν, ὅτʼ ἰλὺς ἠσθίετο καὶ φλοιὸς ἐβρώθη ξύλου, καὶ ἄγρωστιν εὑρεῖν βλαστάνουσαν ἢ φλεώ τινα ῥίζαν εὐτυχὲς ἦν; βαλάνου δὲ γευσάμενοι καὶ φαγόντες ἐχόρευσαν ὑφʼ <milestone unit="tlnum" n="15"/> ἡδονῆς περὶ δρῦν τινα καὶ φηγόν, ζείδωρον καὶ μητέρα καὶ τροφὸν ἀποκαλοῦντες· ἐκείνην ὁ τότε <milestone unit="stephpage" xml:id="stephpage-994a" n="994a"/> βίος ἑορτὴν ἔγνω, τὰ δʼ ἄλλα φλεγμονῆς ἦν ἅπαντα μεστὰ καὶ στυγνότητος. ὑμᾶς δὲ τοὺς νῦν τίς λύσσα καὶ τίς οἶστρος ἄγει πρὸς μιαιφονίαν, οἷς <milestone unit="tlnum" n="20"/> τοσαῦτα περίεστι τῶν ἀναγκαίων; τί καταψεύδεσθε τῆς γῆς ὡς· τρέφειν μὴ δυναμένης; τί τὴν θεσμοφόρον ἀσεβεῖτε Δήμητρα καὶ τὸν ἡμερίδην καὶ μειλίχιον <pb xml:id="v.6.p.104"/> δε εσυ ξαρνιυμ αἰσχύνετε Διόνυσον, ὡς οὐχ ἱκανὰ παρὰ τούτων λαμβάνοντες; οὐκ αἰδεῖσθε τοὺς ἡμέρους καρποὺς αἵματι καὶ φόνῳ μιγνύοντες; ἀλλὰ δράκοντας ἀγρίους καλεῖτε καὶ παρδάλεις καὶ λέοντας, αὐτοὶ δὲ μιαιφονεῖτε <milestone unit="tlnum" n="5"/> εἰς ὠμότητα καταλιπόντες ἐκείνοις οὐδέν· <milestone unit="stephpage" xml:id="stephpage-994b" n="994b"/> ἐκείνοις μὲν γὰρ ὁ φόνος τροφή, ὑμῖν δʼ ὄψον ἐστίν. </p></div><div type="textpart" subtype="section" n="3"><p rend="indent">οὐ γὰρ δὴ λέοντὰς γʼ ἀμυνόμενοι καὶ λύκους ἐσθίομεν· ἀλλὰ ταῦτα μὲν ἐῶμεν, τὰ δʼ ἀβλαβῆ καὶ χειροήθη καὶ ἄκεντρα καὶ νωδὰ πρὸς τὸ δακεῖν <milestone unit="tlnum" n="10"/> συλλαμβάνοντες ἀποκτιννύομεν, ἃ νὴ Δία καὶ κάλλους ἕνεκα καὶ χάριτος ἡ φύσις ἔοικεν ἐξενεγκεῖν. ὅμοιον ὡς εἴ τις τὸν Νεῖλον ὁρῶν πλημμυροῦντα καὶ τὴν χώραν ἐμπιπλάντα γονίμου καὶ καρποφόρου ῥεύματος μὴ τοῦτο θαυμάζοι τοῦ φερομένου, τὸ <milestone unit="tlnum" n="15"/> φυτάλμιον καὶ εὔκαρπον τῶν ἡμερωτάτων καὶ βιωφελεστάτων καρπῶν, ἀλλʼ ἰδών που καὶ κροκόδειλον ἐννηχόμενον καὶ ἀσπίδα κατασυρομένην καὶ μύας, <milestone unit="stephpage" xml:id="stephpage-994c" n="994c"/> ἄγρια ζῷα καὶ μιαρά, ταύτας λέγοι τὰς αἰτίας τῆς μέμψεως καὶ τῆς τοῦ πράγματος ἀνάγκης· ἢ νὴ Δία <milestone unit="tlnum" n="20"/> τὴν γῆν ταύτην καὶ τὴν ἄρουραν ἀποβλέψας ἐμπεπλησμένην ἡμέρων καρπῶν καὶ βρίθουσαν ἀσταχύων, ἔπειτα ὑποβλέψας που τοῖς ληίοις τούτοις καὶ πού τινος αἴρας στάχυν ἰδὼν καὶ ὀροβάγχην, εἶτʼ <pb xml:id="v.6.p.105"/> ἀφεὶς ἐκεῖνα καρποῦσθαι καὶ ληίζεσθαι μέμφοιτο περὶ τούτων. τοιοῦτόν τι, καὶ λόγον ῥήτορος ὁρῶν ἐν δίκῃ τινὶ καὶ συνηγορίᾳ πληθύοντα καὶ φερόμενον ἐπὶ βοηθείᾳ κινδύνων, ἢ νὴ Δίʼ ἐλέγχῳ καὶ <milestone unit="tlnum" n="5"/> <milestone unit="stephpage" xml:id="stephpage-994d" n="994d"/> κατηγορίᾳ τολμημάτων καὶ ἀποδείξεων, ῥέοντα δὲ καὶ φερόμενον οὐχ ἁπλῶς οὐδὲ λιτῶς, ἀλλʼ ὁμοῦ πάθεσι πολλοῖς μᾶλλον δὲ παντοδαποῖς, εἰς ψυχὰς ὁμοίως πολλὰς καὶ ποικίλας καὶ διαφόρους τῶν ἀκροωμένων ἢ τῶν δικαζόντων, ἃς δεῖ τρέψαι καὶ <milestone unit="tlnum" n="10"/> μεταβαλεῖν ἢ νὴ Δία πραῧναι καὶ ἡμερῶσαι καὶ καταστῆσαι· εἶτα παρεὶς τοῦτο τοῦ πράγματος ὁρᾶν καὶ μετρεῖν τὸ φύλαιον καὶ ἀγώνισμα, παραρρήσεις ἐκλέγων, ἃς κατιὼν ὁ λόγος συγκατήνεγκε τῇ ῥύμῃ τῆς φορᾶς, συνεκπεσούσας καὶ παρολισθούσας τῷ <milestone unit="tlnum" n="15"/> λοιπῷ τοῦ λόγου. καὶ δημηγόρου τινὸς ὁρῶν. </p></div><div type="textpart" subtype="section" n="4"><p rend="indent">ἀλλʼ οὐδὲν ἡμᾶς δυσωπεῖ, οὐ χρόας ἀνθηρὸν εἶδος, οὐ φωνῆς ἐμμελοῦς πιθανότης, οὐ πανουργία <milestone unit="stephpage" xml:id="stephpage-994e" n="994e"/> ψυχῆς, οὐ τὸ καθάριον ἐν διαίτῃ καὶ περιττὸν ἐν συνέσει τῶν ἀθλίων, ἀλλὰ σαρκιδίου μικροῦ χάριν <milestone unit="tlnum" n="20"/> ἀφαιρούμεθα ψυχῆς ἥλιον, φῶς, τὸν τοῦ βίου χρόνον, ἐφʼ ᾧ γέγονε καὶ πέφυκεν. εἶθʼ ἃς φθέγγεται καὶ διέτρισε φωνὰς ἀνάρθρους εἶναι δοκοῦμεν, οὐ παραιτήσεις καὶ δεήσεις καὶ δικαιολογίας ἑκάστου <pb xml:id="v.6.p.106"/> λέγοντος <q>οὐ παραιτοῦμαί σου τὴν ἀνάγκην ἀλλὰ τὴν ὕβριν, ἵνα φάγῃς ἀπόκτεινον, ἵνα δʼ ἥδιον φάγῃς μὴ μʼ ἀναίρει</q> ὢ τῆς ὠμότητος δεινὸν μέν ἐστι καὶ τιθεμένην ἰδεῖν τράπεζαν ἀνθρώπων πλουσίων <milestone unit="tlnum" n="5"/> νεκροκόσμοις χρωμένων μαγείροις καὶ ὀψοποιοῖς, δεινότερον δʼ ἀποκομιζομένην πλείονα γὰρ τὰ λειπόμενα <milestone unit="stephpage" xml:id="stephpage-994f" n="994f"/> τῶν βεβρωμένων ἐστίν οὐκοῦν ταῦτα μάτην ἀπέθανεν ἕτεροι δὲ φειδόμενοι τῶν παρατεθέντων οὐκ ἐῶσι τέμνειν οὐδὲ κατακόπτειν, παραιτούμενοι <milestone unit="tlnum" n="10"/> νεκρά, ζώντων δʼ οὐκ ἐφείσαντο. </p></div><div type="textpart" subtype="section" n="5"><p rend="indent">ἄλογον γὰρ εἶναί φαμεν ἐκείνους λέγειν τοὺς ἄνδρας ἀρχὴν ἔχειν τὴν φύσιν ὅτι γὰρ οὐκ ἔστιν ἀνθρώπῳ κατὰ φύσιν τὸ σαρκοφαγεῖν, πρῶτον μὲν ἀπὸ τῶν σωμάτων δηλοῦται τῆς· κατασκευῆς. οὐδενὶ <milestone unit="tlnum" n="15"/> γὰρ ἔοικε τὸ ἀνθρώπου σῶμα τῶν ὑ ἐπὶ σαρκοφαγίᾳ <milestone unit="stephpage" xml:id="stephpage-995a" n="995a"/> γεγονότων, οὐ γρυπότης χείλους, οὐκ ὀξύτης; ὄνυχος, οὐ τραχύτης ὀδόντος πρόσεστιν, οὐ κοιλίας εὐτονία καὶ πνεύματος θερμότης, τρέψαι καὶ κατεργάσασθαι δυνατὴ τὸ βαρὺ καὶ κρεῶδες ἀλλʼ αὐτόθεν ἡ φύσις <milestone unit="tlnum" n="20"/> τῇ λειότητι τῶν ὀδόντων καὶ τῇ σμικρότητι τοῦ στόματος καὶ τῇ μαλακότητι τῆς γλώσσης καὶ τῇ πρὸς πέψιν ἀμβλύτητι τοῦ πνεύματος ἐξόμνυται τὴν σαρκοφαγίαν. εἰ δὲ λέγεις πεφυκέναι σεαυτὸν ἐπὶ τοιαύτην ἐδωδήν, ὃ βούλει φαγεῖν πρῶτον αὐτὸς <milestone unit="tlnum" n="25"/> ἀπόκτεινον, ἀλλʼ αὐτὸς διὰ σεαυτοῦ, μὴ χρησάμενος κοπίδι μηδὲ τυμπάνῳ τινὶ μηδὲ πελέκει· ἀλλά, ὡς <pb xml:id="v.6.p.107"/> λύκοι καὶ ἄρκτοι καὶ λέοντες αὐτοὶ ὅσα ἐσθίουσι φονεύουσιν, <milestone unit="stephpage" xml:id="stephpage-995b" n="995b"/> ἄνελε δήγματι βοῦν ἢ στόματι σῦν, ἢ ἄρνα ἢ λαγωὸν διάρρηξον καὶ φάγε προσπεσὼν ἔτι ζῶντος, ὡς ἐκεῖνα. εἰ δʼ ἀναμένεις νεκρὸν γενέσθαι τὸ αἰσθόμενον <milestone unit="tlnum" n="5"/> καὶ δυσωπεῖ σε παροῦσα ψυχὴ ἀπολαύειν τῆς σαρκός, τί παρὰ φύσιν ἐσθίεις τὸ ἔμψυχον; ἀλλʼ οὐδʼ ἄψυχον ἄν τις φάγοι καὶ νεκρὸν οἷόν ἐστιν, ἀλλʼ ἕψουσιν ὀπτῶσι μεταβάλλουσι διὰ πυρὸς καὶ φαρμάκων, ἀλλοιοῦντες καὶ τρέποντες καὶ σβεννύοντες <milestone unit="tlnum" n="10"/> ἡδύσμασι μυρίοις τὸν φόνον, ἵνʼ ἡ γεῦσις ἐξαπατηθεῖσα προσδέξηται τἀλλότριον. καίτοι χάριέν γε τὸ τοῦ Λάκωνος, ὃς ἰχθύδιον ἐν πανδοκείῳ πριάμενος <milestone unit="stephpage" xml:id="stephpage-995c" n="995c"/> τῷ πανδοκεῖ σκευάσαι παρέδωκεν· αἰτοῦντος δʼ ἐκείνου τυρὸν καὶ ὄξος καὶ ἔλαιον, <q>ἀλλʼ εἰ ταῦτʼ <milestone unit="tlnum" n="15"/> εἶχον</q> εἶπεν <q>οὐκ ἂν ἰχθὺν ἐπριάμην</q> ἡμεῖς δʼ οὕτως ἐν τῷ μιαιφόνῳ τρυφῶμεν, ὥστʼ ὄψον τὸ κρέας προσαγορεύομεν, εἶτ̓ ὄψων πρὸς αὐτὸ τὸ κρέας δεόμεθα, ἀναμιγνύντες ἔλαιον οἶνον μέλι γάρον ὄντως ἡδύσμασι Συριακοῖς Ἀραβικοῖς, ὥσπερ <milestone unit="tlnum" n="20"/> ὄξος νεκρὸν ἐνταφιάζοντες. καὶ γὰρ οὕτως αὐτῶν διαλυθέντων καὶ μαλαχθέντων καὶ τρόπον τινὰ προσαπέντων ἔργον ἐστὶ τὴν πέψιν κρατῆσαι, καὶ διακρατηθείσης δὲ δεινὰς βαρύτητας ἐμποιεῖ καὶ νοσώδεις ἀπεψίας. <milestone unit="tlnum" n="25"/> </p></div></div></body></text></TEI>