ΓΡ. ἀλλʼ ἐπεί σε μὴ λέληθα σοφιστὴς ὤν, φέρε χρήσωμαι τάξει τιυὶ τοῦ λόγου, τῆς μὲν σωφροσύνης ὅρον θέμενος κατὰ γένος δὲ τὰς ἐπιθυμίας διελόμενος. ἡ μὲν οὖν σωφροσύνη βραχύτης τίς ἐστιν ἐπιθυμιῶν καὶ τάξις, ἀναιροῦσα μὲν τὰς ἐπεισάκτους καὶ περιττὰς καιρῷ δὲ καὶ μετριότητι κοσμοῦσα τὰς ἀναγκαίας. ταῖς δʼ ἐπιθυμίαις ἐνορᾷς που μυρίαν διαφοράν, καὶ τὴν μὲν περὶ τὴν βρῶσιν καὶ τὴν πόσιν ἅμα τῷ φυσικῷ καὶ τὸ ἀναγκαῖον ἔχουσαν· αἱ δὲ τῶν ἀφροδισίων αἷς ἀρχὰς ἡ φύσις ἐνδίδωσιν, ἔστι δέ που καὶ μὴ χρώμενον ἔχειν ἱκανῶς ἀπαλλαγέντα, φυσικαὶ μὲν οὐκ ἀναγκαῖαι δʼ ἐκλήθησαν. τὸ δὲ τῶν μήτʼ ἀναγκαίων μήτε φυσικῶν ἀλλʼ ἔξωθεν ὑπὸ δόξης κενῆς. διʼ ἀπειροκαλίαν ἐπικεχυμένων γένος ὑμῶν μὲν ὀλίγου δεῖν τὰς φυσικὰς ἀπέκρυψεν ὑπὸ πλήθους ἁπάσας, ἔχει δὲ καθάπερ ξένος ὄχλος; ἔπηλυς ἐν δήμῳ καταβιαζόμενος πρὸς τοὺς ἐγγενεῖς πολίτας;. τὰ δὲ θηρία παντάπασιν ἀβάτους καὶ ἀνεπιμίκτους ἔχοντα τοῖς ἐπεισάκτοις πάθεσι τὰς ψυχὰς καὶ τοῖς βίοις πόρρω τῆς κενῆς δόξης ὥσπερ θαλάσσης ἀπῳκισμένα τῷ γλαφυρῶς καὶ περιττῶς διάγειν ἀπολείπεται τὸ δὲ σωφρονεῖν καὶ μᾶλλον εὐνομεῖσθαι ταῖς ἐπιθυμίαις, οὔτε πολλαῖς συνοικούσαις οὔτʼ ἀλλοτρίαις, σφόδρα διαφυλάττεται. ἐμὲ γοῦν ποτε καὶ αὐτὸν οὐχ ἧττον ἢ σὲ νῦν ἐξέπληττε μὲν χρυσὸς ὡς κτῆμα τῶν ἄλλων οὐδενὶ παραβλητὸν ᾕρει δʼ ἄργυρος καὶ ἐλέφας· ὁ δὲ πλεῖστα τούτων κεκτημένος ἐδόκει μακάριός τις εἶναι καὶ θεοφιλὴς ἀνήρ, εἴτε Φρὺξ ἦν εἴτε Κὰρ τοῦ Δόλωνος ἀγεννέστερος καὶ τοῦ Πριάμου βαρυποτ μότερος· ἐνταῦθα δʼ ἀνηρτημένος ἀεὶ ταῖς ἐπιθυμίαις οὔτε χάριν οὔθʼ ἡδονὴν ἀπὸ τῶν ἄλλων πραγμάτων ἀφθόνων ὄντων καὶ ἱκανῶν ἐκαρπούμην, ἀλλʼ ἐμεμφόμην τὸν ἐμαυτοῦ βίον, ὡς τῶν μεγίστων ἐνδεὴς; καὶ ἄμοιρος ἀγαθῶν ἀπολελειμμένος. τοιγαροῦν, ὥς σε μέμνημαι ἐν Κρήτῃ θεασάμενος ἀμπεχόνῃ κεκοσμημένον πανηγυρικῶς, οὐ τὴν φρόνησιν ἐζήλουν οὐδὲ τὴν ἀρετήν, ἀλλὰ τοῦ χιτῶνος εἰργασμένου περιττῶς τὴν λεπτότητα καὶ τῆς χλαμύδος οὔσης ἁλουργοῦ τὴν οὐλότητα καὶ τὸ κάλλος ἀγαπῶν καὶ τεθηπὼς εἶχε δέ τι καὶ ἡ πόρπη χρυσὸς οὖσα παίγνιον οἶμαι τορείαις διηκριβωμένον εἱπόμην γεγοητευμένος, ὥσπερ αἱ γυναῖκες. ἀλλὰ νῦν ἀπηλλαγμένος ἐκείνων τῶν κενῶν δοξῶν καὶ κεκαθαρμένος χρυσὸν μὲν καὶ ἄργυρον ὥσπερ τοὺς ἄλλους λίθους περιορῶν ὑπερβαίνω, ταῖς δὲ σαῖς χλανίσι καὶ τάπησιν οὐδὲν ἂν μὰ Δίʼ ἥδιον ἢ βαθεῖ καὶ μαλθακῷ πηλῷ μεστὸς ὢν ἐγκατακλιθείην ἀναπαυόμενος. τὰ δὲ τοιαῦτα τῶν ἐπεισάκτων ἐπιθυμιῶν οὐδεμία ταῖς ἡμετέραις ἐνοικίζεται ψυχαῖς· ἀλλὰ τὰ μὲν πλεῖστα ταῖς ἀναγκαίαις ὁ βίος ἡμῶν ἐπιθυμίαις καὶ ἡδοναῖς διοικεῖται, ταῖς δʼ οὔτʼ ἀναγκαίαις ἀλλὰ φυσικαῖς; μόνον οὔτʼ ἀτάκτως οὔτʼ ἀπλήστως ὁμιλοῦμεν. ΓΡ. καὶ ταύτας γε πρῶτον διέλθωμεν. ἡ μὲν οὖν πρὸς τὰ εὐώδη καὶ κινοῦντα ταῖς ἀποφοραῖς τὴν ὄσφρησιν οἰκείως ἡδονὴ πρὸς τῷ τὸ ὄφελος καὶ προῖκα καὶ ἁπλοῦν ἔχειν ἅμα χρείαν τινὰ συμβάλλεται τῇ διαγνώσει τῆς τροφῆς. ἡ μὲν γὰρ γλῶττα τοῦ γλυκέος; καὶ δριμέος καὶ αὐστηροῦ γνώμων ἐστί τε καὶ λέγεται, ὅταν τῷ γευστικῷ προσμιγέντες οἱ χυμοὶ σύγχυσίν τινα λάβωσιν ἡ δʼ ὄσφρησις ἡμῶν πρὸ τῶν χυμῶν γνώμων οὖσα τῆς δυνάμεως ἑκάστου πολὺ τῶν βασιλικῶν προγευστῶν σκεπτικώτερον διαισθανομένη, τὸ μὲν οἰκεῖον εἴσω παρίησι τὸ δʼ ἀλλότριον ἀπελαύνει καὶ οὐκ ἐᾷ θιγεῖν οὐδὲ λυπῆσαι τὴν γεῦσιν ἀλλὰ διαβάλλει καὶ κατηγορεῖ τὴν φαυλότητα πρὶν ἢ βλαβῆναι τἄλλα δʼ οὐκ ἐνοχλεῖ, καθάπερ ὑμῖν, τὰ θυμιάματα καὶ κινάμωμα καὶ νάρδους καὶ φύλλα καὶ καλάμους Ἀραβικοὺς, μετὰ δεινῆς τινος καὶ δευσοποιοῦ φαρμακίδος τέχνης, μυρεψικῆς ὄνομα, συνάγειν εἰς ταὐτὸ καὶ συμφαγεῖν ἀναγκάζουσα, χρημάτων πολλῶν ἡδυπάθειαν ἄνανδρον καὶ κορασιώδη καὶ πρὸς οὐδὲν οὐδαμῶς χρήσιμον ὠνουμένους. ἀλλὰ καίπερ οὖσα τοιαύτη διέφθαρκεν οὐ μόνον πάσας γυναῖκας ἀλλὰ καὶ τῶν ἀνδρῶν ἤδη τοὺς πλείστους, ὡς μηδὲ ταῖς αὑτῶν ἐθέλειν συγγίγνεσθαι γυναιξίν, εἰ μὴ μύρων ὑμῖν ὀδωδυῖαι καὶ διαπασμάτων εἰς ταὐτὸ φοιτῷεν. ἀλλὰ κάπρους τε σύες καὶ τράγους αἶγες καὶ τἄλλα θήλεα τοὺς συννόμους αὐτῶν ταῖς ἰδίαις ὀσμαῖς; ἐπάγεται, δρόσου τε καθαρᾶς καὶ λειμώνων ὀδωδότα καὶ χλόης συμφέρεται πρὸς τοὺς γάμους ὑπὸ κοινῆς φιλοφροσύνης, οὐχὶ θρυπτόμεναι μὲν αἱ θήλειαι καὶ προϊσχόμεναι τῆς ἐπιθυμίας ἀπάτας καὶ γοητείας καὶ ἀρνήσεις, οἱ δʼ ἄρρενες ὑπʼ οἴστρου καὶ μαργότητος ὠνούμενοι μισθῶν καὶ πόνου καὶ λατρείας τὸ τῆς γενέσεως ἔργον, ἄδολον δὲ σὺν καιρῷ καὶ ἄμισθον Ἀφροδίτην μετιόντες, ἣ καθʼ ὥραν ἔτους ὥσπερ φυτῶν βλάστην ἐγείρουσα τῶν ζῴων τὴν ἐπιθυμίαν εὐθὺς ἔσβεσεν, οὔτε τοῦ θήλεος προσιεμένου μετὰ τὴν κύησιν οὔτε πειρῶντος ἔτι τοῦ ἄρρενος. οὕτω μικρὰν ἔχει καὶ ἀσθενῆ τιμὴν ἡ ἡδονὴ παρʼ ἡμῖν τὸ δʼ ὅλον ἡ φύσις. ὅθεν οὔτʼ ἄρρενος πρὸς ἄρρεν οὔτε θήλεος πρὸς θῆλυ μῖξιν αἱ τῶν θηρίων ἐπιθυμίαι μέχρι γε νῦν ἐνηνόχασιν. ὑμῶν δὲ πολλὰ τοιαῦτα τῶν σεμνῶν καὶ ἀγαθῶν ἐῶ γὰρ τοὺς οὐδενὸς ἀξίους· ὁ δʼ Ἀγαμέμνων τὴν Βοιωτίαν ἐπῆλθε κυνηγετῶν τὸν Ἄργυννον ὑποφεύγοντα καὶ καταψευδόμενος τῆς θαλάσσης καὶ τῶν πνευμάτων, εἶτα καλὸν καλῶς ἑαυτὸν βαπτίζων εἰς τὴν Κωπαΐδα λίμνην, ὡς αὐτόθι κατασβέσων τὸν ἔρωτα καὶ τῆς ἐπιθυμίας ἀπαλλαξόμενος. ὁ δʼ Ἡρακλῆς ὁμοίως ἑταῖρον ἀγένειον ἐπιδιώκων ἀπελείφθη τῶν ἀριστέων καὶ προύδωκε τὸν στόλον· ἐν δὲ τῇ θόλῳ τοῦ Πτῴου Ἀπόλλωνος λαθών τις ὑμῶν ἐνέγραψεν Ἀχιλλεὺς καλός ἤδη τοῦ Ἀχιλλέως; υἱὸν ἔχοντος· καὶ τὰ γράμματα πυνθάνομαι διαμένειν. ἀλεκτρυὼν δʼ ἀλεκτρυόνος ἐπιβαίνων, θηλείας μὴ παρούσης, καταπίμπραται ζωός, μάντεώς τινος ἢ τερατοσκόπου μέγα καὶ δεινὸν ἀποφαίνοντος εἶναι τὸ γιγνόμενον. οὕτω καὶ παρʼ αὐτῶν ἀνωμολόγηται τῶν ἀνθρώπων, ὅτι μᾶλλον τοῖς θηρίοις σωφρονεῖν προσήκει καὶ μὴ παραβιάζεσθαι ταῖς ἡδοναῖς τὴν φύσιν. τὰ δʼ ἐν ὑμῖν ἀκόλαστα οὐδὲ τὸν νόμον ἔχουσα σύμμαχον ἡ φύσις ἐντὸς ὅρων καθείργνυσιν ἀλλʼ ὥσπερ ὑπὸ ῥεύματος ἐκφερόμενα πολλαχοῦ ταῖς ἐπιθυμίαις δεινὴν ὕβριν καὶ ταραχὴν καὶ σύγχυσιν ἐν τοῖς ἀφροδισίοις ἀπεργάζεται τῆς φύσεως. καὶ γὰρ αἰγῶν ἐπειράθησαν ἄνδρες καὶ ὑῶν καὶ ἵππων μιγνύμενοι καὶ γυναῖκες ἄρρεσι θηρίοις ἐπεμάνησαν ἐκ γὰρ τῶν τοιούτων γάμων ὑμῖν Μινώταυροι καὶ Αἰγίπανες, ὡς δʼ ἐγᾦμαι καὶ Σφίγγες ἀναβλαστάνουσι καὶ Κένταυροι. καίτοι διὰ λιμὸν ποτʼ ἀνθρώπου καὶ κύων ἔφαγεν ὑπʼ ἀνάγκης καὶ ὄρνις ἀπεγεύσατο πρὸς δὲ συνουσίαν οὐδέποτε θηρίον ἐπεχείρησεν ἀνθρώπῳ χρήσασθαι. θηρία δʼ ἄνθρωποι καὶ πρὸς ταῦτα καὶ πρὸς ἄλλα πολλὰ καθʼ ἡδονὰς βιάζονται καὶ παρανομοῦσιν. ΓΡ. οὕτω δὲ φαῦλοι καὶ ἀκρατεῖς περὶ τὰς εἰρημένας ἐπιθυμίας ὄντες ἔτι μᾶλλον ἐν ταῖς ἀναγκαίαις ἐλέγχονται πολὺ τῷ σωφρονεῖν ἀπολειπόμενοι τῶν θηρίων, αὗται δʼ εἰσὶν αἱ περὶ βρῶσιν καὶ πόσιν ὧν ἡμεῖς μὲν τὸ ἡδὺ μετὰ χρείας τινὸς ἀεὶ λαμβάνομεν ὑμεῖς δὲ τὴν ἡδονὴν μᾶλλον ἢ τὸ κατὰ φύσιν τῆς τροφῆς διώκοντες ὑπὸ πολλῶν καὶ μακρῶν κολάζεσθε νοσημάτων, ἅπερ ἐκ μιᾶς πηγῆς ἐπαντλούμενα τῆς πλησμονῆς τοῖς σώμασι παντοδαπῶν πνευμάτων καὶ δυσκαθάρτων ὑμᾶς ἐμπίπλησι. πρῶτον μὲν γὰρ ἑκάστῳ γένει ζῴου μία τροφὴ σύμφυλός ἐστι, τοῖς μὲν πόα τοῖς δὲ ῥίζα τις ἢ καρπός· ὅσα δὲ σαρκοφαγεῖ, πρὸς οὐδὲν ἄλλο τρέπεται βορᾶς εἶδος οὐδʼ ἀφαιρεῖται τῶν ἀσθενεστέρων τὴν τροφήν· ἀλλʼ ἐᾷ νέμεσθαι καὶ λέων ἔλαφον καὶ λύκος πρόβατον πέφυκεν. ὁ δʼ ἄνθρωπος ἐπὶ πάντα ταῖς ἡδοναῖς ὑπὸ λαιμαργίας ἐξαγόμενος καὶ πειρώμενος πάντων καὶ ἀπογευόμενος, ὡς οὐδέπω τὸ πρόσφορον καὶ οἰκεῖον ἐγνωκώς, μόνος γέγονε τῶν ὄντων παμφάγον. καὶ σαρξὶ χρῆται πρῶτον ὑπʼ οὐδεμιᾶς ἀπορίας οὐδʼ ἀμηχανίας, ᾧ πάρεστιν ἀεὶ καθʼ ὥραν ἄλλα ἐπʼ ἄλλοις ἀπὸ φυτῶν καὶ σπερμάτων τρυγῶντι καὶ λαμβάνοντι καὶ δρεπομένῳ μὴ κάμνειν διὰ πλῆθος· ἀλλʼ ὑπὸ τρυφῆς καὶ κόρου τῶν ἀναγκαίων βρώσεις ἀνεπιτηδείους καὶ οὐ καθαρὰς σφαγαῖς ζῴων μετερχόμενος πολὺ τῶν ἀγριωτάτων θηρίων ὠμότερον. αἷμα μὲν γὰρ καὶ φόνος καὶ σάρκες ἰκτίνῳ καὶ λύκῳ καὶ δράκοντι σιτίον οἰκεῖον, ἀνθρώπῳ δʼ ὄψον ἐστίν. ἔπειτα παντὶ γένει χρώμενος οὐχ ὡς,· τὰ θηρία τῶν πλείστων ἀπέχεται, ὀλίγοις δὲ πολεμεῖ διὰ τὴν τῆς τροφῆς ἀνάγκην ἀλλʼ οὔτε τι πτηνὸν οὔτε νηκτόν, ὡς ἔπος εἰπεῖν, οὔτε χερσαῖον ἐκπέφευγε τὰς ἡμέρους δὴ λεγομένας; ὑμῶν καὶ φιλοξένους τραπέζας. ΓΡ. εἶεν· ἀλλʼ ὄψοις χρῆσθε τούτοις ἐφηδύνοντες τὴν τροφήν· τί οὖν ἐπʼ αὐτὰ ταῦτα φῶντας; ἀλλʼ ἡ τῶν θηρίων φρόνησις τῶν μὲν ἀχρήστων καὶ ματαίων τεχνῶν οὐδεμιᾷ χώραν δίδωσι τὰς δʼ ἀναγκαίας οὐκ ἐπεισάκτους παρʼ ἑτέρων οὐδὲ μισθοῦ διδακτὰς οὐδὲ κολλῶσα μελέτῃ καὶ συμπηγνύουσα γλίσχρως τῶν θεωρημάτων ἕκαστον πρὸς ἕκαστον ἀλλʼ αὐτόθεν ἐξ αὑτῆς οἷον ἰθαγενεῖς καὶ συμφύτους ἀναδίδωσι. τοὺς μὲν γὰρ Αἰγυπτίους πάντας ἰατροὺς ἀκούομεν εἶναι, τῶν δὲ ζῴων ἕκαστον οὐ μόνον πρὸς ἴασιν αὐτότεχνόν ἐστιν ἀλλὰ καὶ πρὸς διατροφὴν καὶ πρὸς ἀλκὴν θήραν τε καὶ φυλακὴν καὶ μουσικῆς ὅσον ἑκάστῳ προσήκει κατὰ φύσιν. παρὰ τίνος γὰρ ἡμεῖς ἐμάθομεν νοσοῦντες ἐπὶ τοὺς ποταμοὺς χάριν τῶν καρκίνων βαδίζειν; τίς δὲ τὰς χελώνας 1 ἐδίδαξε τῆς ἔχεως φαγούσας τὴν ὀρίγανον ἐπεσθίειν τὰς δὲ Κρητικὰς αἶγας, ὅταν περιπέσωσι τοῖς τοξεύμασι, τὸ δίκταμνον διώκειν, οὗ βρωθέντος ἐκβάλλουσι τὰς ἀκίδας; ἂν γὰρ εἴπῃς, ὅπερ ἀληθές ἐστι, τούτων διδάσκαλον εἶναι τὴν φύσιν, εἰς τὴν κυριωτάτην καὶ σοφωτάτην ἀρχὴν ἀναφέρεις τὴν τῶν θηρίων φρόνησιν·ʼ ἣν εἰ μὴ λόγον οἴεσθε δεῖν μηδὲ φρόνησιν καλεῖν, ὥρα σκοπεῖν ὄνομα κάλλιον αὐτῇ καὶ τιμιώτερον, ὥσπερ ἀμέλει καὶ διʼ ἔργων ἀμείνονα καὶ θαυμασιωτέραν παρέχεται τὴν δύναμιν· οὐκ ἀμαθὴς οὐδʼ ἀπαίδευτος, αὐτομαθὴς δέ τις μᾶλλον οὖσα καὶ ἀπροσδεής, οὐ διʼ ἀσθένειαν ἀλλὰ ῥώμῃ καὶ τελειότητι τῆς κατὰ φύσιν ἀρετῆς, χαίρειν ἐῶσα τὸν παρʼ ἑτέρων διὰ μαθήσεως τοῦ φρονεῖν συνερανισμόν. ὅσα γοῦν ἄνθρωποι τρυφῶντες ἢ παίζοντες εἰς τὸ μανθάνειν καὶ μελετᾶν ἄγουσι, τούτων ἡ διάνοια καὶ παρὰ φύσιν τοῦ σώματος; καὶ περιουσίᾳ συνέσεως ἀναλαμβάνει τὰς μαθήσεις. ἐῶ γὰρ ἰχνεύειν σκύλακας καὶ βαδίζειν ἐν ῥυθμῷ πώλους μελετῶντας, ἀλλὰ κόρακας διαλέγεσθαι καὶ κύνας ἅλλεσθαι διὰ τροχῶν περιφερομένων. ἵπποι δὲ καὶ βόες ἐν θεάτροις κατακλίσεις καὶ χορείας καὶ στάσεις παραβόλους καὶ κινήσεις οὐδʼ ἀνθρώποις πάνυ ῥᾳδίας ἀκριβοῦσιν ἐκδιδασκόμενοι καὶ μνημονεύοντες εὐμαθείας ἐπίδειξιν εἰς ἄλλο οὐδὲν οὐδαμῶς χρήσιμον ἔχουσιν. εἰ δʼ ἀπιστεῖς ὅτι τέχνας μανθάνομεν, ἄκουσον ὅτι καὶ διδάσκομεν. αἵ τε γὰρ πέρδικες ἐν τῷ προφεύγειν τοὺς νεοττοὺς ἐθίζουσιν ἀποκρύπτεσθαι καὶ προΐσχεσθαι βῶλον ἀνθʼ ἑαυτῶν τοῖς ποσὶν ὑπτίους ἀναπεσόντας· καὶ τοῖς πελαργιδεῦσιν ὁρᾷς ἐπὶ τῶν τεγῶν ὡς οἱ τέλειοι παρόντες ἀναπειρωμένοις ὑφηγοῦνται τὴν πτῆσιν. αἱ δʼ ἀηδόνες τοὺς νεοσσοὺς προδιδάσκουσιν ᾄδειν· οἱ δὲ ληφθέντες· ἔτι νήπιοι καὶ τραφέντες ἐν χερσὶν ἀνθρώπων χεῖρον ᾄδουσιν, ὥσπερ πρὸ ὥρας ἀπὸ διδασκάλου γεγονότες καταδὺς δʼ εἰς τουτὶ τὸ σῶμα θαυμάζω τοὺς λόγους ἐκείνους, οἷς ἀνεπειθόμην ὑπὸ τῶν σοφιστῶν ἄλογα καὶ ἀνόητα πάντα πλὴν ἀνθρώπου νομίζειν. ΟΔ. νῦν μὲν οὖν, ὦ Γρύλλε, μεταβέβλησαι σύ, καὶ τὸ πρόβατον λογικὸν ἀποφαίνεις καὶ τὸν ὄνον; ΓΡ. . αὐτοῖς μὲν οὖν τούτοις, ὦ βέλτιστε Ὀδυσσεῦ, μάλιστα δεῖ τεκμαίρεσθαι τὴν τῶν θηρίων φύσιν, ὡς λόγου καὶ συνέσεως οὐκ ἔστιν ἄμοιρος. ὡς γὰρ οὐκ ἔστι δένδρον ἕτερον ἑτέρου μᾶλλον οὐδʼ ἧττον ἄψυχον, ἀλλʼ ὁμοίως ἔχει πάντα πρὸς ἀναισθησίαν· οὐδενὶ γὰρ αὐτῶν ψυχῆς μέτεστιν οὕτως οὐκ ἐδόκει ζῷον ἕτερον ἑτέρου τῷ φρονεῖν ἀργότερον εἶναι καὶ δυσμαθέστερον, εἰ μὴ πάντα λόγου καὶ συνέσεως, ἄλλα δὲ μᾶλλον καὶ ἧττον ἄλλων πως μετεῖχεν. ἐννόησον δʼ ὅτι τὰς ἐνίων ἀβελτερίας καὶ βλακείας ἐλέγχουσιν ἑτέρων πανουργίαι καὶ δριμύτητες, ὅταν ἀλώπεκι καὶ λύκῳ καὶ μελίττῃ παραβάλῃς ὄνον καὶ πρόβατον ὥσπερ εἰ σαυτῷ τὸν Πολύφημον ἢ τῷ πάππῳ σου τῷ Αὐτολύκῳ τὸν Κορίνθιον ἐκεῖνον Ὅμηρον. οὐ γὰρ οἶμαι θηρίου πρὸς θηρίον ἀπόστασιν εἶναι τοσαύτην, ὅσον ἄνθρωπος ἀνθρώπου τῷ φρονεῖν καὶ λογίζεσθαι καὶ μνημονεύειν ἀφέστηκεν. ΟΔ. ἀλλʼ ὅρα, Γρύλλε, μὴ δεινὸν ᾖ καὶ βίαιον ἀπολιπεῖν λόγον, οἷς οὐκ ἐγγίγνεται θεοῦ νόησις. ΓΡ. Εἶτά σε μὴ φῶμεν, ὦ Ὀδυσσεῦ, σοφὸν οὕτως ὄντα καὶ περιττὸν Σισύφου γεγονέναι;