ΣΩΚΛ. . ὀρθῶς μοι δοκεῖς ὑπονοεῖν· οἱ γὰρ ἀπὸ τῆς Στοᾶς καὶ τοῦ Περιπάτου μάλιστα πρὸς τοὐναντίον ἐντείνονται τῷ λόγῳ, τῆς δικαιοσύνης ἑτέραν γένεσιν οὐκ ἐχούσης, ἀλλὰ παντάπασιν ἀσυστάτου καὶ ἀνυπάρκτου γιγνομένης, εἰ πᾶσι τοῖς ζῴοις λόγου μέτεστι γίγνεται γὰρ ἢ τὸ ἀδικεῖν ἀναγκαῖον ἡμῖν ἀφειδοῦσιν αὐτῶν, ἢ μὴ χρωμένων αὐτοῖς τὸ ζῆν ἀδύνατον καὶ ἄπορον· καὶ τρόπον τινὰ θηρίων βίον βιωσόμεθα, τὰς ἀπὸ τῶν θηρίων προέμενοι χρείας. ἀφίημι γὰρ Νομάδων καὶ Τρωγλοδυτῶν ἀνεξευρέτους ἀριθμῷ μυριάδας, οἳ τροφὴν σάρκας ἄλλο δʼ οὐδὲν ἴσασιν ἀλλʼ ἡμῖν τοῖς ἡμέρως καὶ φιλανθρώπως ζῆν δοκοῦσι ποῖον ἔργον ἀπολείπεται γῆς, ποῖον ἐν θαλάττῃ, τίς ἐν ὄρεσι τέχνη, τίς κόσμος διαίτης, ἂν, ὡς προσήκει, λογικοῖς καὶ ὁμοφύλοις πᾶσι τοῖς ζῴοις οὖσιν ἀβλαβῶς καὶ μετʼ εὐλαβείας προσφέρεσθαι μάθωμεν, ἔργον ἐστὶν εἰπεῖν. οὐδὲν οὖν φάρμακον οὐδʼ ἴαμα ἢ τὸν βίον ἀναιρούσης ἢ τὴν δικαιοσύνην ἀπορίας ἔχομεν, ἂν μὴ τὸν ἀρχαῖον ὅρον καὶ νόμον φυλάττωμεν, ᾧ καθʼ Ἡσίοδον ὁ τὰς φύσεις διελὼν καὶ θέμενος ἰδίᾳ τῶν γενῶν ἑκάτερον ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς ἔσθειν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἔστι μετʼ αὐτοῖς, ἀνθρώποισι δʼ ἔδωκε δίκην πρὸς ἀλλήλους. οἷς δʼ οὐκ ἔστι τὸ δικαιοπραγεῖν πρὸς ἡμᾶς·, οὐδʼ ἡμῖν πρὸς ἐκεῖνα γίγνεται τὸ ἀδικεῖν· ὡς οἵ γε τοῦτον προέμενοι τὸν λόγον οὔτʼ εὐρεῖαν ἄλλην οὔτε λιτὴν τῇ δικαιοσύνῃ παρεισελθεῖν ὁδὸν ἀπολελοίπασι. ΑΥΤ. . ταῦτα μέν, ὦ φίλε τἀπὸ καρδίας τῶν ἀνδρῶν ἐξείρηκας οὐ μὴν δοτέον, ὥσπερ δυστοκούσαις γυναιξί, περιάψασθαι τοῖς φιλοσόφοις ὠκυτόκιον, ἵνα ῥᾳδίως καὶ ἀταλαιπώρως τὸ δίκαιον ἡμῖν ἀποτέκωσιν. οὐδὲ γὰρ αὐτοὶ τῷ Ἐπικούρῳ διδόασιν ὑπὲρ τῶν μεγίστων σμικρὸν οὕτω πρᾶγμα καὶ φαῦλον, οἶμαι, ἄτομον παρεγκλῖναι μίαν ἐπὶ τοὐλάχιστον, ὅπως ἄστρα καὶ ζῷα καὶ τύχη παρεισέλθῃ καὶ τὸ ἐφʼ ἡμῖν μὴ ἀπόληται δεικνύναι δὲ τὸ ἄδηλον ἢ λαμβάνειν τι τῶν προδήλων καὶ προσήκει τὸ περὶ τῶν ζῴων ὑποτίθεσθαι πρὸς τὴν δικαιοσύνην, εἰ μήθʼ ὁμολογεῖται μήτʼ ἄλλως ἀποδεικνύουσιν. ἔχει γὰρ ἑτέραν ὁδὸν ἐκεῖ τὸ δίκαιον οὐ σφαλερὰν καὶ παράκρημνον οὕτω καὶ διὰ τῶν ἐναργῶν ἀνατρεπομένων ἄγουσαν, ἀλλʼ ἣν, Πλάτωνος ὑφηγουμένου, δείκνυσιν οὑμὸς υἱός, ὦ Σώκλαρε, σὸς δʼ ἑταῖρος, τοῖς μὴ φιλομαχεῖν ἕπεσθαι δὲ καὶ μανθάνειν βουλομένοις. ἐπεὶ τό γε μὴ παντάπασι καθαρεύειν ἀδικίας τὸν ἄνθρωπον οὕτω τὰ ζῷα μεταχειριζόμενον Ἐμπεδοκλῆς καὶ Ἡράκλειτος ὡς ἀληθὲς προσδέχονται, πολλάκις ὀδυρόμενοι καὶ λοιδοροῦντες τὴν φύσιν, ὡς ἀνάγκην καὶ πόλεμον οὖσαν, ἀμιγὲς δὲ μηδὲν μηδʼ εἰλικρινὲς ἔχουσαν ἀλλὰ διὰ πολλῶν κἀδίκων παθῶν περαινομένην· ὅπου καὶ τὴν γένεσιν αὐτὴν ἐξ ἀδικίας συντυγχάνειν λέγουσι, τῷ θνητῷ συνερχομένου τοῦ ἀθανάτου, καὶ τρέφεσθαι τὸ γεννώμενον παρὰ φύσιν μέλεσι τοῦ γεννήσαντος ἀποσπωμένοις. οὐ μὴν ἀλλὰ ταῦτα μὲν ἄκρατα καὶ πικρὰ φαίνεται κατακόρως· ἑτέρα δʼ ἐστὶν ἐμμελὴς παρηγορία, μήτε τῶν ζῴων τὸν λόγον ἀφαιρουμένη καὶ σῴζουσα χρωμένων αὐτοῖς ὡς προσήκει τὸ δίκαιον· ἣν τῶν σοφῶν καὶ παλαιῶν εἰσαγόντων συστᾶσα λαιμαργία μεθʼ ἡδυπαθείας ἐξέβαλε καὶ ἠφάνισεν, αὖθις δὲ Πυθαγόρας ἀνελάμβανε, διδάσκων ὡφελεῖσθαι μὴ ἀδικοῦντας οὐ γὰρ ἀδικοῦσιν οἱ τὰ μὲν ἄμικτα καὶ βλαβερὰ κομιδῇ κολάζοντες καὶ ἀποκτιννύοντες, τὰ δʼ ἣμερα καὶ φιλάνθρωπα ποιούμενοι τιθασὰ καὶ συνεργὰ χρείας, πρὸς ἣν ἕκαστον εὖ πέφυκεν, ἵππων ὄνων τʼ ὀχεῖα καὶ ταύρων γονάς, ὧν ὁ Αἰσχύλου Προμηθεὺς δοῦναι φησὶν ἡμῖν ἀντίδουλα καὶ πόνων ἐκδέκτορα· κυσὶ δὲ χρώμενοι προφυλάττουσιν, αἶγάς τε καὶ ὄϊς ἀμελγόμενα καὶ κειρόμένα νέμοντες. οὐ γὰρ ἀναιρεῖται τὸ ζῆν οὐδὲ βίος ἀπόλλυται τοῖς ἀνθρώποις, ἂν μὴ λοπάδας ἰχθύων μηδʼ ἥπατα χηνῶν ἔχωσι μηδὲ βοῦς μηδʼ ἐρίφους κατακόπτωσιν ἐπʼ εὐωχίᾳ, μηδʼ ἀλύοντες ἐν θεάτροις μηδὲ παίζοντες ἐν θήραις τὰ μὲν ἀναγκάζωσι τολμᾶν ἄκοντα καὶ μάχεσθαι, τὰ δὲ μηδʼ ἀμύνεσθαι πεφυκότα διαφθείρωσι. τὸν γὰρ παίζοντα καὶ παιζόμενον οἶμαι συμπαίζουσι δεῖν χρῆσθαι καὶ ἱλαροῖς, οὐχ ὥσπερ ὁ Βίων ἔλεγε τὰ παιδάρια παίζοντα τῶν βατράχων τοῖς λίθοις ἐφίεσθαι, τοὺς δὲ βατράχους μηκέτι παίζοντας ἀλλʼ ἀληθῶς ἀποθνήσκειν, οὕτω κυνηγεῖν καὶ ἁλιεύειν, ὀδυνωμένοις τερπομένους καὶ ἀποθνήσκουσι, τοῖς δʼ ἀπὸ σκύμνων καὶ νεοσσῶν ἐλεεινῶς ἀγομένοις. οὐ γὰρ οἱ χρώμενοι ζῴοις ἀδικοῦσιν, ἀλλʼ οἱ χρώμενοι βλαβερῶς καὶ ὀλιγώρως καὶ μετʼ ὠμότητος. ΣΩΚΛ. . ἐπίσχες, ὦ Αὐτόβουλε, καὶ παραβαλοῦ τὸ θυρίον τῆς κατηγορίας· ἐγγὺς γὰρ οἵδε προσιόντες πολλοὶ καὶ θηρατικοὶ πάντες, οὓς οὔτε μεταθεῖναι ῥᾴδιον οὔτε λυπεῖν ἀναγκαῖον. ΑΥΤ. Ὀρθῶς παραινεῖς· ἀλλʼ Εὐβίωτον μὲν εὖ οἶδα καὶ τὸν ἐμὸν ἀνεψιὸν Ἀρίστωνα, τούς τε Διονυσίου παῖδας ἀπὸ Δελφῶν, Αἰακίδην καὶ Ἀριστότιμον τοῦτον, εἶτα Νίκανδρον τὸν Εὐθυδάμου, χερσαίας δαήμονας ἄγρας ὡς Ὅμηρος ἔφη, καὶ διὰ τοῦτʼ Ἀριστοτίμου γενησομένους· ὥσπερ αὖ πάλιν τούσδε τοὺς νησιώτας καὶ παραλίους, Ἡρακλέωνα τὸν Μεγαρόθεν καὶ Φιλόστρατον τὸν Εὐβοέα, τοῖσι θαλάσσια ἔργα μέμηλε, Φαίδιμος ἔχων περὶ αὑτὸν βαδίζει. Τυδείδην δʼ οὐκ ἂν γνοίης ποτέροισι μετείη, τουτονὶ τὸν ἡμέτερον ἡλικιώτην Ὀπτᾶτον, ὃς πολλοῖς μὲν ἐνάλου ὀρείου δὲ πολλοῖς ἄγρας ἀκροθινίοις ἀγλαΐσας τὴν Ἀγροτέραν ἅμα θεὸν καὶ Δίκτυνναν, ἐνταῦθα δῆλός ἐστι πρὸς ἡμᾶς βαδίζων, ὡς μηδετέροις προσθήσων ἑαυτόν· ἢ φαύλως εἰκάζομεν, ὦ φίλε Ὀπτᾶτε, κοινόν σε καὶ μέσον ἔσεσθαι τῶν νεανίσκων βραβευτήν; ΟΠΤΑΤΟΣ. πάνυ μὲν οὖν ὀρθῶς ὑπονοεῖς, ὦ Αὐτόβουλε· πάλαι γὰρ ὁ Σόλωνος ἐκλέλοιπε νόμος, τοὺς ἐν στάσει μηδετέρῳ μέρει προσγενομένους κολάζων. ΑΥΤ. . δεῦρο δὴ καθίζου πρὸς ἡμᾶς, ὅπως, εἰ δεήσει μάρτυρος, μὴ τοῖς Ἀριστοτέλους πράγματα βιβλίοις παρέχωμεν, ἀλλὰ σοὶ διʼ ἐμπειρίαν ἑπόμενοι τοῖς λεγομένοις ἀληθῶς τὴν ψῆφον ἐπιφέρωμεν.ς ΣΩΚΛ. εἶεν, ὦ ἄνδρες νέοι, γέγονέ τις ὑμῖν ὁμολογία περὶ τάξεως; ΦΑΙΔΙΜΟΣ. γέγονεν, ὦ Σώκλαρε, πολλὴν παρασχοῦσα φιλονεικίαν εἶτα κατʼ Εὐριπίδην ὁ τῆς τύχης παῖς; κλῆρος ἐπὶ τούτῳ ταγείς τὰ χερσαῖα προεισάγει δίκαια τῶν ἐνάλων. ΣΩΚΛ. καιρὸς; οὖν, ὦ Ἀριστότιμε, σοὶ μὲν ἤδη λέγειν ἡμῖν δʼ ἀκούειν. ΑΡΙΣΤΟΤΙΜΟΣ. ἡ μὲν ἀγορὰ τοῖς δικαζομένοις τὰ δὲ τὸν γόνον ἀναλίσκει περὶ τὰς ἀποκυήσεις ἐπιτρέχοντα τοῖς θήλεσι· κεστρέως δὲ γένος, οὓς παρδίας καλοῦσιν, ἀπὸ τῆς μύξης τρέφονται τῆς ἑαυτῶν· ὁ δὲ πολύπους αὑτὸν ἐσθίων κάθηται χειμῶνος ἐν τʼ ἀπύρῳ οἴκῳ καὶ ἐν ἤθεσι λευγαλέοισιν οὕτως ἀργὸς ἢ ἀναίσθητος ἢ γαστρίμαργος ἢ πᾶσι τούτοις ἔνοχός ἐστι. διὸ καὶ Πλάτων αὖ πάλιν ἀπεῖπε νομοθετῶν μᾶλλον δʼ ἀπεύξατο τοὺς νέους θαλαττίου θήρας ἔρωτα λαβεῖν · οὐδὲν γὰρ ἀλκῆς γυμνάσιον οὐδὲ μελέτημα σοφίας οὐδʼ ὅσα πρὸς ἰσχὺν ἢ τάχος ἢ κινήσεις διαπονοῦσι τοῖς πρὸς λάβρακας ἢ γόγγρους ἢ σκάρους ἀγῶσιν· ὥσπερ ἐνταῦθα τὰ μὲν θυμοειδῆ τὸ φιλοκίνδυνον καὶ τὸ ἀνδρεῖον ἀσκεῖ τῶν μαχομένων, τὰ δὲ πανοῦργα τὸ φροντιστικὸν καὶ συνετὸν τῶν ἐπιτιθεμένων, τὰ δὲ ποδώκη τὸ ῥωμαλέον καὶ φιλόπονον τῶν διωκόντων. καὶ ταῦτα τὸ κυνηγεῖν καλὸν πεποίηκε· τὸ δʼ ἁλιεύειν ἀπʼ οὐδενὸς ἔνδοξον οὐδέ γε θεῶν τις ἠξίωσεν ὦ ἑταῖρε γογγροκτόνος, ὥσπερ ὁ Ἀπόλλων λυκοκτόνος, οὐδὲ τριγλοβόλος, ὥσπερ ἐλαφηβόλος ἡ Ἄρτεμις, λέγεσθαι. καὶ τί θαυμαστόν, ὅπου καὶ ἀνθρώπῳ σῦν μὲν καὶ ἔλαφον καὶ νὴ Δία δορκάδα καὶ λαγωὸν ἑλεῖν κάλλιον ἢ πρίασθαι, θύννον δὲ καὶ κάραβον καὶ ἀμίαν σεμνότερόν ἐστιν αὐτὸν ὀψωνεῖν ἢ ἁλιεύειν; τὸ γὰρ ἀγεννὲς καὶ ἀμήχανον ὅλως καὶ ἀπάνουργον αὐτῶν αἰσχρὸν καὶ ἄζηλον καὶ ἀνελεύθερον τὴν ἄγραν πεποίηκε. ΑΡΙΣΤΟΤΙΜΟΣ. καθόλου δέ, ἐπεὶ δἰ ὧν οἱ φιλόσοφοι δεικνύουσι τὸ μετέχειν λόγου τὰ ζῷα, προθέσεις εἰσὶ καὶ παρασκευαὶ καὶ μνῆμαι καὶ πάθη καὶ τέκνων ἐπιμέλειαι καὶ χάριτες εὖ παθόντων καὶ μνησικακίαι πρὸς τὸ λυπῆσαν, ἔτι δʼ εὑρέσεις τῶν ἀναγκαίων, ἐμφάσεις ἀρετῆς, οἷον ἀνδρείας κοινωνίας ἐγκρατείας μεγαλοφροσύνης σκοπῶμεν τὰ ἔναλα, εἰ τούτων ἐκεῖνα μὲν οὐδὲν ἤ πού τι παντελῶς ἀμαυρὸν αἴθυγμα καὶ δυσθέατον ἐνιδεῖν μάλα μόλις τεκμαιρομένῳ δίδωσιν· ἐν δὲ τοῖς πεζοῖς καὶ γηγενέσι λαμπρὰ καὶ ἐναργῆ καὶ βέβαια παραδείγματα τῶν εἰρημένων ἑκάστου λαμβάνειν ἔστι καὶ θεᾶσθαι. πρῶτον οὖν ὅρα προθέσεις καὶ παρασκευὰς ταύρων ἐπὶ μάχῃ κονιομένων καὶ κάπρων θηγόντων ὀδόντας· ἐλέφαντες δέ, τῆς ὕλης, ἣν ὀρύττοντες ἢ κείροντες ἐσθίουσιν, ἀμβλὺν τὸν ὀδόντα ποιούσης ἀποτριβόμενον, τῷ ἑτέρῳ πρὸς ταῦτα χρῶνται, τὸν δʼ ἕτερον ἔπακμον ἀεὶ καὶ ὀξὺν ἐπὶ τὰς ἀμύνας φυλάττουσιν. ὁ δὲ λέων ἀεὶ βαδίζει συνεστραμμένοις τοῖς ποσίν,- ἐντὸς ἀποκρύπτων τοὺς ὄνυχας, ἵνα μὴ τριβόμενοι τὴν ἀκμὴν ἀπαμβλύνωσι μηδὲ καταλείπωσιν εὐπορίαν τοῖς στιβεύουσιν· οὐ γὰρ ῥᾳδίως ὄνυχος εὑρίσκεται λεοντείου σημεῖον, ἀλλὰ μικροῖς καὶ τυφλοῖς ἴχνεσιν ἐντυγχάνοντες ἀποπλανῶνται καὶ διαμαρτάνουσιν. ὁ δʼ ἰχνεύμων ἀκηκόατε δήπουθεν ὡς οὐδὲν ἀπολείπει θωρακιζομένου πρὸς μάχην ὁπλίτου· τοσοῦτον γὰρ ἰλύος περιβάλλεται καὶ περιπήγνυσι τῷ σώματι χιτῶνα μέλλων ἐπιτίθεσθαι τῷ κροκοδείλῳ. τὰς δὲ χελιδόνων πρὸ τῆς τεκνοποιίας παρασκευὰς; ὁρῶμεν, ὡς εὖ τὰ στερεὰ κάρφη προϋποβάλλονται δίκην θεμελίων, εἶτα περιπλάττουσι τὰ κουφότερα κἂν πηλοῦ τινος ἐχεκόλλου δεομένην αἴσθωνται τὴν νεοττιάν, λίμνης ἢ θαλάττης ἐν χρῷ παραπετόμεναι ψαύουσι τοῖς πτίλοις ἐπιπολῆς, ὅσον νοτεραί, μὴ βαρεῖαι γενέσθαι τῇ ὑγρότητι, συλλαβοῦσαι δὲ κονιορτὸν οὕτως ἐξαλείφουσι καὶ συνδέουσι τὰ χαλῶντα καὶ διολισθάνοντα τῷ δὲ σχήματι τοὔργον οὐ γωνιῶδες οὐδὲ πολύπλευρον, ἀλλʼ ὁμαλὸν ὡς ἔνεστι μάλιστα καὶ σφαιροειδὲς ἀποτελοῦσι καὶ γὰρ μόνιμον καὶ χωρητικὸν τὸ τοιοῦτο καὶ τοῖς ἐπιβουλεύουσι θηρίοις ἔξωθεν ἀντιλήψεις οὐ πάνυ δίδωσι. τὰ δʼ ἀράχνης ἔργα, κοινὸν ἱστῶν γυναιξὶ καὶ θήρας σαγηνευταῖς ἀρχέτυπον, οὐ καθʼ ἓν ἄν τις θαυμάσειε καὶ γὰρ ἡ τοῦ νήματος ἀκρίβεια καὶ τῆς ὑφῆς τὸ μὴ διεχὲς μηδὲ στημονῶδες ἀλλὰ λείου συνέχειαν ὑμένος καὶ κόλλησιν ὑπό τινος ἀδήλως παραμεμιγμένης γλισχρότητος ἀπειργασμένον, ἥ τε βαφὴ τῆς χρόας ἐνάερον καὶ ἀχλυώδη ποιοῦσα τὴν ἐπιφάνειαν ὑπὲρ τοῦ λαθεῖν, αὐτή τε μάλιστα πάντων ἡ τῆς μηχανῆς αὐτῆς ἡνιοχεία καὶ κυβέρνησις, ὅταν ἐνσχεθῇ τι τῶν ἁλωσίμων, ὥσπερ δεινοῦ σαγηνευτοῦ, ταχὺ συναιρεῖν εἰς ταὐτὸ καὶ συνάγειν τὸ θήρατρον αἰσθανομένης καὶ φρονούσης, τῇ καθʼ ἡμέραν ὄψει καὶ θέᾳ τοῦ γιγνομένου πιστὸν ἔσχε τὸν λόγον. ἄλλως δʼ ἂν ἐδόκει μῦθος, ὥσπερ ἡμῖν ἐδόκει τὸ τῶν ἐν Λιβύῃ κοράκων, οἳ ποτοῦ δεόμενοι λίθους ἐμβάλλουσιν ἀναπληροῦντες καὶ ἀνάγοντες τὸ ὕδωρ, μέχρι ἂν ἐν ἐφικτῷ γένηται εἶτα μέντοι κύνα θεασάμενος ἐν πλοίῳ, τῶν ναυτῶν μὴ παρόντων, εἰς ἔλαιον ἀμφορέως ἀποδεοῦς ἐμβάλλοντα τῶν χαλίκων, ἐθαύμασα πῶς νοεῖ καὶ συνίησι τὴν γιγνομένην ἔκθλιψιν ὑπὸ τῶν βαρυτέρων τοῖς κουφοτέροις ὑφισταμένων. ὅμοια δὲ καὶ τὰ τῶν Κρητικῶν μελισσῶν καὶ τὰ τῶν ἐν Κιλικίᾳ χηνῶν· ἐκεῖναι μὲν γὰρ ἀνεμῶδές τι μέλλουσαι κάμπτειν ἀκρωτήριον ἑρματίζουσιν ἑαυτάς, ὑπὲρ τοῦ μὴ παραφέρεσθαι, μικροῖς λιθιδίοις· οἱ δὲ χῆνες τοὺς ἀετοὺς δεδοικότες, ὅταν ὑπερβάλλωσι τὸν Ταῦρον, εἰς τὸ στόμα λίθον εὐμεγέθη λαμβάνουσιν, οἷον ἐπιστομίζοντες αὑτῶν καὶ χαλινοῦντες τὸ φιλόφωνον καὶ λάλον, ὅπως λάθωσι σιωπῇ παρελθόντες. τῶν δὲ γεράνων καὶ τὸ περὶ τὴν πτῆσιν εὐδοκιμεῖ πέτονται γάρ, ὅταν πνεῦμα πολὺ καὶ τραχὺς ἀήρ, οὐχ, ὥσπερ εὐδίας οὔσης, μετωπηδὸν ἢ κόλπῳ μηνοειδοῦς περιφερείας, ἀλλʼ εὐθὺς εἰς τρίγωνον συνάγουσαι σχίζουσι τῇ κορυφῇ τὸ πνεῦμα περιρρέον, ὥστε μὴ διασπασθῆναι τὴν τάξιν. ὅταν δὲ κατάρωσιν ἐπὶ γῆν, αἱ προφυλακὴν ἔχουσαι νυκτὸς ἐπὶ θατέρου σκέλους ὀχοῦνται τὸ σῶμα, τῷ δʼ ἑτέρῳ ποδὶ λίθον περιλαβοῦσαι κρατοῦσι· συνέχει γὰρ ὁ τῆς ἁφῆς τόνος ἐν τῷ μὴ καθεύδειν πολὺν χρόνον· ὅταν δʼ ἀνῶσιν, ἐκπεσὼν ὁ λίθος ταχὺ διήγειρε τὴν προεμένην ὥστε μὴ πάνυ θαυμάζειν τοῦ Ἡρακλέους, εἰ τόξα μασχάλῃ ὑποθεὶς καὶ κραταιῷ περιβαλὼν βραχίονι, εὕδει πιέζων χειρὶ δεξιᾷ ξύλον· μηδʼ αὖ πάλιν τοῦ πρώτου ὑπονοήσαντος ὀστρέου μεμυκότος ἀνάπτυξιν ἐντυχόντα τοῖς ἐρωδιῶν σοφίσμασιν ὅταν γὰρ τὴν κόγχην καταπίῃ μεμυκυῖαν, ἐνοχλούμενος ἐγκαρτερεῖ, μέχρι ἂν αἴσθηται μαλασσομένην καὶ χαλῶσαν ὑπὸ τῆς θερμότητος· τότε δʼ ἐκβαλὼν κεχηνυῖαν καὶ ἀνεσπασμένην ἐξεῖλε τὸ ἐδώδιμον.