ΦΑΙΔΙΜΟΣ. ἔτι δὲ μᾶλλον κατοψόμεθα τὴν διαφοράν, ἐπὶ τὰ πρεσβύτατα καὶ μέγιστα τῶν κοινωνικῶν ἔργων καὶ καθηκόντων τὰ περὶ τὰς γενέσεις καὶ τεκνώσεις τὸν λόγον τρέψαντες. πρῶτον μὲν γὰρ οἱ λίμναις παρήκουσαν ἢ ποταμοὺς ὑποδεχομένην νεμόμενοι θάλατταν ἰχθύες, ὅταν μέλλωσι τίκτειν, ἀνατρέχουσι, τῶν ποτίμων ὑδάτων τὴν πραότητα καὶ τὸ ἄσαλον διώκοντες· ἀγαθὴ γὰρ ἡ γαλήνη λοχεῦσαι καὶ τὸ ἄθηρον ἅμα ταῖς λίμναις ἔνεστι καὶ ποταμοῖς, ὥστε σῴζεσθαι τὰ τικτόμενα. διὸ καὶ πλεῖστα καὶ μάλιστα γονεύεται περὶ τὸν Εὔξεινον πόντον· οὐ γὰρ τρέφει κήτη ἀλλʼ ἢ φώκην ἀραιὰν καὶ δελφῖνα μικρόν. ἔτι δʼ ἡ τῶν ποταμῶν ἐπιμιξία, πλείστων καὶ μεγίστων ἐκδιδόντων εἰς τὸν Πόντον, ἤπιον παρέχει καὶ πρόσφορον τοῖς λοχευομένοις κρᾶσιν. τὸ δὲ τοῦ ἀνθίου θαυμασιώτατόν ἐστιν, ὃν Ὅμηρος ἱερὸν ἰχθύν εἴρηκε· καίτοι μέγαν τινὲς οἴονται τὸν ἱερὸν καθάπερ ὀστοῦν ἱερὸν τὸ μέγα, καὶ τὴν ἐπιληψίαν, μεγάλην νόσον οὖσαν, ἱερὰν καλοῦσιν· ἔνιοι δὲ κοινῶς τὸν ἄφετον καὶ ἱερωμένον. Ἐρατοσθένης,· δὲ τὸν χρύσοφρυν ἔοικεν εὐδρομίην χρύσειον ἐπʼ ὀφρύσιν ἱερὸν ἰχθύν λέγειν·ʼ πολλοὶ δὲ τὸν ἔλλοπα, σπάνιος γάρ ἐστι καὶ οὐ ῥᾴδιος ἁλῶναι. φαίνεται δὲ περὶ Παμφυλίαν πολλάκις ἂν οὖν ποτε λάβωσι, στεφανοῦνται μὲν αὐτοὶ στεφανοῦσι δὲ τὰς ἁλιάδας, κρότῳ δὲ καὶ πατάγῳ καταπλέοντας αὐτοὺς ὑποδέχονται καὶ τιμῶσιν. οἱ δὲ πλεῖστοι τὸν ἀνθίαν ἱερὸν εἶναι καὶ λέγεσθαι νομίζουσιν ὅπου γὰρ ἂν ἀνθίας ὀφθῇ θηρίον οὐκ ἔστιν, ἀλλὰ θαρροῦντες μὲν οἱ σπογγοθῆραι κατακολυμβῶσι θαρροῦντες δὲ τίκτουσιν οἱ ἰχθύες, ὥσπερ ἐγγυητὴν ἀσυλίας ἔχοντες ἡ δʼ αἰτία δυσλόγιστος, εἴτε φεύγει τὰ θηρία τὸν ἀνθίαν ὡς σῦν ἐλέφαντες ἀλεκτρυόνα δὲ λέοντες· εἴτʼ ἐστὶ σημεῖα τόπων ἀθήρων, ἃ γιγνώσκει καὶ παραφυλάττει συνετὸς ὢν καὶ μνημονικὸς ὁ ἰχθύς. ΦΑΙΔΙΜΟΣ. ἀλλʼ ἥ γε πρόνοια κοινὴ τοῖς τίκτουσι τῶν γεννωμένων οἱ δʼ ἄρρενες οὐ τὸν αὑτῶν κατεσθίουσι γόνον, ἀλλὰ καὶ προσδιατρίβουσι τοῖς κυήμασιν ᾠοφυλακοῦντες ὡς ἱστόρηκεν Ἀριστοτέλης· οἱ δʼ ἑπόμενοι ταῖς θηλείαις, καταρραίνουσι κατὰ μικρὸν τὸν θορόν· ἄλλως γὰρ οὐ γίγνεται μέγα τὸ τεχθὲν ἀλλʼ ἀτελὲς μένει καὶ ἄναυξον. ἰδίᾳ δʼ αἱ φυκίδες ἐκ τῶν φυκίων οἷον νεοττιὰν διαπλασάμεναι περιαμπέχουσι τὸν γόνον καὶ σκέπουσιν ἀπὸ τοῦ κλύδωνος. τοῦ δὲ γαλεοῦ τὸ φιλόστοργον οὐδενὶ τῶν ἡμερωτάτων ζῴων ὑπερβολὴν γλυκυθυμίας πρὸς τὰ ἔκγονα καὶ χρηστότητος ἀπολέλοιπε τίκτουσι μὲν γὰρ ᾠόν εἶτα ζῷον οὐκ ἐκτὸς ἀλλʼ ἐντὸς ἐν ἑαυτοῖς καὶ τρέφουσιν οὕτω καὶ φέρουσιν ὥσπερ ἐκ δευτέρας γενέσεως ὅταν δὲ μείζονα γένηται, μεθιᾶσι θύραζε καὶ διδάσκουσι νήχεσθαι πλησίον· εἶτα πάλιν εἰς ἑαυτοὺς διὰ τοῦ· στόματος ἐπαναλαμβάνουσι καὶ παρέχουσιν ἐνδιαιτᾶσθαι τὸ σῶμα χώραν ἅμα καὶ τροφὴν καὶ καταφυγήν, ἄχρι ἂν ἐν δυνάμει τοῦ βοηθεῖν αὑτοῖς γένηται. θαυμαστὴ δὲ καὶ ἡ τῆς χελώνης περὶ τὴν γένεσιν καὶ σωτηρίαν τῶν γεννωμένων ἐπιμέλεια τίκτει μὲν γὰρ ἐκβαίνουσα τῆς θαλάττης πλησίον, ἐπῳάζειν δὲ μὴ δυναμένη μηδὲ χερσεύειν πολὺν χρόνον ἐντίθησι τῇ ψάμμῳ τὰ ᾠὰ καὶ τὸ λειότατον ἐπαμᾶται τῆς θινὸς αὐτοῖς καὶ μαλακώτατον ὅταν δὲ καταχώσῃ καὶ ἀποκρύψῃ βεβαίως, οἱ μὲν λέγουσι τοῖς ποσὶν ἀμύττειν καὶ καταστίζειν τὸν τόπον, εὔσημον ἑαυτῇ ποιοῦσαν οἱ δὲ τὴν θήλειαν ὑπὸ τοῦ ἄρρενος στρεφομένην, τύπους ἰδίους καὶ σφραγῖδας ἐναπολείπειν· ὃ δὲ τούτου θαυμασιώτερόν ἐστιν, ἡμέραν ἐκφυλάξασα 20 τεσσαρακοστήν, ἐν τοσαύταις γὰρ ἐκπέττεται καὶ περιρρήγνυται τὰ ᾠά, πρόσεισι καὶ γνωρίσασα τὸν ἑαυτῆς ἑκάστη θησαυρόν, ὡς οὐδεὶς χρυσίου θήκην ἄνθρωπος, ἀσμένως ἀνοίγει καὶ προθύμως.