<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div n="urn:cts:greekLit:tlg0007.tlg129.perseus-grc2" type="edition" xml:lang="grc"><div n="28" subtype="section" type="textpart"><p rend="indent"><said rend="merge" who="#Φαίδιμος"><label resp="perseus">ΦΑΙΔΙΜΟΣ.</label> ἀλλὰ μὴν ἐχίνου γέ τινα χερσαίου
διηγήσατο πρόγνωσιν Ἀριστοτέλης πνευμάτων, ὃς ἐθαύμαζε <milestone n="979b" unit="stephpage" xml:id="stephpage-979b"/> καὶ γεράνων τὴν ἐν τριγώνῳ πτῆσιν. ἐγὼ δʼ ἐχῖνον μὲν οὐδένα Κυζικηνὸν ἢ
Βυζάντιον, ἀλλὰ <milestone n="15" unit="tlnum"/> πάντας ὁμοῦ παρέχομαι τοὺς θαλαττίους, ὅταν
αἴσθωνται μέλλοντα χειμῶνα καὶ σάλον, ἑρματιζομένους λιθιδίοις, ὅπως μὴ περιτρέπωνται διὰ κουφότητα
μηδʼ ἀποσύρωνται γενομένου κλύδωνος, ἀλλʼ ἐπιμένωσιν ἀραρότως τοῖς πετριδίοις. ἡ δὲ γεράνων
<milestone n="20" unit="tlnum"/> μεταβολὴ τῆς πτήσεως πρὸς ἄνεμον οὐχ ἑνὸς γένους ἐστὶν ἀλλὰ τοῦτο
κοινῇ πάντες; ἰχθύες νοοῦντες ἀεὶ πρὸς κῦμα καὶ ῥοῦν ἀντινήχονται καὶ παραφυλάττουσιν ὅπως; μή, κατʼ
οὐρὰν προσφερομένου τοῦ πνεύματος, ἡ λεπὶς ἀναπτυσσομένη λυπῇ τὸ <milestone n="25" unit="tlnum"/>
<milestone n="979c" unit="stephpage" xml:id="stephpage-979c"/> σῶμα γυμνούμενον καὶ διατραχυνόμενον
ὅθεν ἀεὶ συνέχουσιν ἑαυτοὺς ἀντιπρῴρους· σχιζομένη γὰρ <pb xml:id="v.6.p.65"/> οὕτω κατὰ κορυφὴν ἡ
θάλασσα τά τε βράγχια καταστέλλει καὶ κατὰ τῆς ἐπιφανείας ῥέουσα λείως πιέζει καὶ οὐκ ἀνίστησι τὸ
φρικῶδες. τοῦτο μὲν οὖν, ὥσπερ ἔφην, κοινόν ἐστι τῶν ἰχθύων, πλὴν <milestone n="5" unit="tlnum"/>
τοῦ ἔλλοπος· τοῦτον δέ φασι κατʼἄνεμον καὶ ῥοῦν νήχεσθαι, μὴ φοβούμενον τὴν ἀναχάραξιν τῆς λεπίδος,
ἅτε δὴ μὴ πρὸς οὐρὰν τὰς ἐπιπτυχὰς ἐχούσης. </said></p></div></div></body></text></TEI>