ΦΑΙΔΙΜΟΣ. οἱ δʼ ἁλιεῖς συνορῶντες ὥσπερ ἀλεξήμασι παλαισμάτων τὰ πλεῖστα διακρουόμενα τὰς ἀπʼ ἀγκίστρου βολὰς ἐπὶ βίας ἐτράπησαν, καθάπερ οἱ Πέρσαι σαγηνεύοντες, ὡς τοῖς ἐνσχεθεῖσιν οὐδεμίαν ἐκ λογισμοῦ καὶ σοφίας διάφευξιν οὖσαν. ἀμφιβλήστροις μὲν γὰρ καὶ ὑποχαῖς κεστρεῖς καὶ ἰουλίδες ἁλίσκονται, μόρμυροί τε καὶ σαργοὶ καὶ κωβιοὶ καὶ λάβρακες· τὰ δὲ βολιστικὰ καλούμενα, τρίγλαν καὶ χρυσωπὸν καὶ σκορπίον, γρίποις τε καὶ σαγήναις σύρουσι περιλαμβάνοντες τῶν δικτύων οὖν τὸ γένος ὀρθῶς Ὅμηρος πανάγραν προσεῖπεν. ἀλλὰ καὶ πρὸς ταῦτα μηχαναὶ ταῖς γαλαῖς εἰσιν ὥσπερ τῷ λάβρακι συρομένην γὰρ αἰσθανόμενος βίᾳ διίστησι καὶ τύπτει κοιλαίνων τοὔδαφος ὅταν δὲ ποιήσῃ ταῖς ἐπιδρομαῖς τοῦ δικτύου χώραν, ἔωσεν ἑαυτὸν καὶ προσέχεται, μέχρι ἂν παρέλθῃ. δελφὶς δὲ περιληφθείς, ὅταν συναίσθηται γεγονὼς ἐν ἀγκάλαις σαγήνης, ὑπομένει μὴ ταραττόμενος ἀλλὰ χαίρων· εὐωχεῖται γὰρ ἄνευ πραγματείας ἀφθόνων ἰχθύων παρόντων ὅταν δὲ πλησίον τῇ γῇ προσίῃ, φαγὼν τὸ δίκτυον ἄπεισιν. εἰ δὲ μὴ φθαίη διαφυγών, τὸ πρῶτον οὐδὲν ἔπαθε δεινὸν ἀλλὰ διαρράψαντες αὐτοῦ περὶ τὸν λόφον ὁλοσχοίνους ἀφῆκαν· αὖθις δὲ ληφθέντα πληγαῖς κολάζουσι, γνωρίσαντες ἐκ τοῦ διαρράμματος. σπανίως δὲ τοῦτο συμβαίνει συγγνώμης γὰρ τυγχάνοντες τὸ πρῶτον εὐγνωμονοῦσιν οἱ πλεῖστοι καὶ φυλάττονται τὸ λοιπὸν μὴ ἀδικεῖν. ἔτι δὲ πολλῶν τῶν πρὸς εὐλάβειαν καὶ προφυλακὴν καὶ ἀπόδρασιν ὄντων παραδειγμάτων, οὐκ ἄξιόν ἐστι τὸ τῆς σηπίας παρελθεῖν. τὴν γὰρ καλουμένην μύτιν παρὰ τὸν τράχηλον ἔχουσα πλήρη ζοφερᾶς ὑγρότητος, ἣν θόλον καλοῦσιν, ὅταν καταλαμβάνηται, μεθίησιν ἔξω, τεχνωμένη, τῆς θαλάττης διαθολωθείσης ποιήσασα περὶ αὑτὴν σκότος, ὑπεκδῦναι καὶ ἀποδρᾶναι τὴν τοῦ θηρεύοντος ὄψιν· ἀπομιμουμένη τοὺς Ὁμήρου θεοὺς κυανέῃ νεφέλῃ πολλάκις οὓς; ἂν σῶσαι θέλωσιν ὑφαιρουμένους καὶ διακλέπτοντας. ἀλλὰ τούτων μὲν ἅλις. ΦΑΙΔΙΜΟΣ. τῆς δʼ ἐπιχειρητικῆς καὶ θηρευτικῆς δεινότητος αὐτῶν ἐν πολλοῖς σοφίσματα κατιδεῖν ἔστιν. ὁ μὲν γὰρ ἀστήρ, ὧν ἂν ἅψηται, πάντα διαλυόμενα καὶ διατηκόμενα γιγνώσκων, ἐνδίδωσι τὸ σῶμα καὶ περιορᾷ ψαυόμενον ὑπὸ τῶν παρατρεχόντων ἢ προσπελαζόντων. τῆς δὲ νάρκης ἴστε δήπου τὴν δύναμιν, οὐ μόνον τοὺς θιγόντας αὐτῆς ἐκπηγνύουσαν, ἀλλὰ καὶ διὰ τῆς σαγήνης βαρύτητα ναρκώδη ταῖς χερσὶ τῶν ἀντιλαμβανομένων ἐμποιοῦσαν. ἔνιοι δʼ ἱστοροῦσι, πεῖραν αὐτῆς ἐπὶ πλέον λαμβάνοντες, ἂν ἐκπέσῃ ζῶσα, κατασκεδαννύντες ὕδωρ ἄνωθεν, αἰσθάνεσθαι τοῦ πάθους ἀνατρέχοντος ἐπὶ τὴν χεῖρα καὶ τὴν ἁφὴν ἀμβλύνοντος ὡς ἔοικε διὰ τοῦ ὕδατος τρεπομένου καὶ προπεπονθότος. ταύτης οὖν ἔχουσα σύμφυτον αἴσθησιν μάχεται μὲν ἐξ ἐναντίας πρὸς οὐδὲν οὐδὲ διακινδυνεύει· κύκλῳ δὲ περιιοῦσα τὸ θηρευόμενον ὥσπερ βέλη διασπείρει τὰς ἀπορροάς, φαρμάττουσα τὸ ὕδωρ πρῶτον, εἶτα τὸ ζῷον διὰ τοῦ ὕδατος, μήτε ἀμύνεσθαι δυνάμενον μήτε φυγεῖν ἀλλʼ ἐνισχόμενον ὥσπερ ὑπὸ δεσμῶν καὶ πηγνύμενον. ὁ δὲ καλούμενος ἁλιεὺς; γνώριμος μέν ἐστι πολλοῖς· καὶ διὰ τοὔργον αὐτῷ γέγονε τοὔνομα ᾧ σοφίσματι καὶ τὴν σηπίαν χρῆσθαί φησιν ὁ Ἀριστοτέλης καθίησι γὰρ ὥσπερ ὁρμιὰν ἀπὸ τοῦ τραχήλου πλεκτάνην, μηκύνεσθαί τε πόρρω χαλώσης καὶ πάλιν συντρέχειν εἰς ἑαυτὴν ἀναλαμβανούσης ῥᾷστα πεφυκυῖαν. ὅταν οὖν τι τῶν μικρῶν ἰχθυδίων ἴδῃ πλησίον ἐνδίδωσι δακεῖν, καὶ κατὰ μικρὸν ἀναμηρύεται λανθάνουσα καὶ προσάγεται, μέχρι ἂν ἐν ἐφικτῷ τοῦ στόματος γένηται τὸ προσισχόμενον. τῶν δὲ πολυπόδων τῆς χρόας τὴν ἄμειψιν ὅ τε Πίνδαρος περιβόητον πεποίηκεν εἰπὼν ποντίου θηρὸς χρωτὶ μάλιστα νόον, προσφέρων πάσαις πολίεσσιν ὁμίλει καὶ Θέογνις ὁμοίως πουλύποδος νόον ἴσχε πολυχρόου, ὃς ποτὶ πέτρῃ τῇπερ ὁμιλήσῃ, τοῖος ἰδεῖν ἐφάνη. μεταβάλλει γὰρ ὁ μὲν χαμαιλέων οὐδέν τι μηχανώμενος οὐδὲ κατακρύπτων ἑαυτὸν ἀλλʼ ὑπὸ δέους ἄλλως τρέπεται, φύσει ψοφοδεὴς ὢν καὶ δειλός. συνέπεται δὲ καὶ πνεύματος πλῆρες, ὡς Θεόφραστος· ὀλίγον γὰρ ἀποδεῖ πᾶν τὸ σῶμα τοῦ ζῴου πλῆρες εἶναι πνεύμονος, ᾧ τεκμαίρεται τὸ πνευματικὸν αὐτοῦ καὶ διὰ τοῦτο πρὸς τὰς μεταβολὰς εὔτρεπτον. τοῦ δὲ πολύποδος ἔργον ἐστὶν οὐ πάθος ἡ μεταβολὴ μεταβάλλει γὰρ ἐκ προνοίας, μηχανῇ χρώμενος τοῦ λανθάνειν ἃ δέδιε καὶ λαμβάνειν οἷς τρέφεται παρακρουόμενος γὰρ τὰ μὲν αἱρεῖ μὴ φεύγοντα τὰ δʼ ἐκφεύγει παρερχόμενα. τὸ μὲν γὰρ αὑτοῦ τὰς πλεκτάνας κατεσθίειν αὐτὸν ψεῦδός ἐστιν· τὸ δὲ μύραιναν δεδιέναι καὶ γόγγρον ἀληθές ἐστιν· ὑπʼ ἐκείνων γὰρ κακῶς πάσχει, δρᾶν μὴ δυνάμενος ἐξολισθανόντων. ὥσπερ αὖ πάλιν ὁ κάραβος ἐκείνων μὲν ἐν λαβαῖς γενομένων περιγίγνεται ῥᾳδίως ἡ γὰρ ψιλότης οὐ βοηθεῖ πρὸς τὴν τραχύτητα τοῦ δὲ πολύποδος εἴσω τὰς πλεκτάνας διωθοῦντος ἀπόλλυται. καὶ τὸν κύκλον τοῦτον καὶ τὴν περίοδον ταῖς κατʼ ἀλλήλων διώξεσι καὶ φυγαῖς γύμνασμα καὶ μελέτην ἡ φύσις αὐτοῖς ἐναγώνιον πεποίηκε δεινότητος καὶ συνέσεως. ΦΑΙΔΙΜΟΣ. ἀλλὰ μὴν ἐχίνου γέ τινα χερσαίου διηγήσατο πρόγνωσιν Ἀριστοτέλης πνευμάτων, ὃς ἐθαύμαζε καὶ γεράνων τὴν ἐν τριγώνῳ πτῆσιν. ἐγὼ δʼ ἐχῖνον μὲν οὐδένα Κυζικηνὸν ἢ Βυζάντιον, ἀλλὰ πάντας ὁμοῦ παρέχομαι τοὺς θαλαττίους, ὅταν αἴσθωνται μέλλοντα χειμῶνα καὶ σάλον, ἑρματιζομένους λιθιδίοις, ὅπως μὴ περιτρέπωνται διὰ κουφότητα μηδʼ ἀποσύρωνται γενομένου κλύδωνος, ἀλλʼ ἐπιμένωσιν ἀραρότως τοῖς πετριδίοις. ἡ δὲ γεράνων μεταβολὴ τῆς πτήσεως πρὸς ἄνεμον οὐχ ἑνὸς γένους ἐστὶν ἀλλὰ τοῦτο κοινῇ πάντες; ἰχθύες νοοῦντες ἀεὶ πρὸς κῦμα καὶ ῥοῦν ἀντινήχονται καὶ παραφυλάττουσιν ὅπως; μή, κατʼ οὐρὰν προσφερομένου τοῦ πνεύματος, ἡ λεπὶς ἀναπτυσσομένη λυπῇ τὸ σῶμα γυμνούμενον καὶ διατραχυνόμενον ὅθεν ἀεὶ συνέχουσιν ἑαυτοὺς ἀντιπρῴρους· σχιζομένη γὰρ οὕτω κατὰ κορυφὴν ἡ θάλασσα τά τε βράγχια καταστέλλει καὶ κατὰ τῆς ἐπιφανείας ῥέουσα λείως πιέζει καὶ οὐκ ἀνίστησι τὸ φρικῶδες. τοῦτο μὲν οὖν, ὥσπερ ἔφην, κοινόν ἐστι τῶν ἰχθύων, πλὴν τοῦ ἔλλοπος· τοῦτον δέ φασι κατʼἄνεμον καὶ ῥοῦν νήχεσθαι, μὴ φοβούμενον τὴν ἀναχάραξιν τῆς λεπίδος, ἅτε δὴ μὴ πρὸς οὐρὰν τὰς ἐπιπτυχὰς ἐχούσης. ΦΑΙΔΙΜΟΣ. ὁ δὲ θύννος οὕτως ἰσημερίας αἰσθάνεται καὶ τροπῆς, ὥστε καὶ τὸν ἄνθρωπον διδάσκειν, μηδὲν ἀστρολογικῶν κανόνων δεόμενον· ὅπου γὰρ ἂν αὐτὸν χειμῶνος αἱ τροπαὶ καταλάβωσιν, ἀτρεμεῖ καὶ διατρίβει περὶ τὸν αὐτὸν τόπον ἄχρι τῆς ἰσημερίας. ἀλλὰ τῆς γεράνου σοφὸν ἡ τοῦ λίθου περίδραξις, ὅπως προϊεμένη πυκνὸν ἐξυπνίζηται. καὶ πόσῳ σοφώτερον, ὦ φίλε, τὸ τοῦ δελφῖνος, ᾧ στῆναι μὲν οὐ θέμις οὐδὲ παύσασθαι φορᾶς ἀεικίνητος γάρ ἐστιν ἡ φύσις αὐτοῦ καὶ ταὐτὸν ἔχουσα τοῦ ζῆν καὶ τοῦ κινεῖσθαι πέρας· ὅταν δʼ ὕπνου δέηται, μετεωρίσας ἄνω τὸ σῶμα πρὸς τὴν ἐπιφάνειαν τῆς θαλάττης, ὕπτιον ἀφῆκε διὰ βάθους, αἰώρας τινὶ σάλῳ κοιμιζόμενος, ἄχρι προσπεσεῖν καὶ ψαῦσαι τῆς γῆς· οὕτω δʼ ἐξυπνισθεὶς ἀναρροιζεῖ καὶ πάλιν ἄνω γενόμενος ἐνδίδωσι, καὶ φέρεται κινήσει τινὰ μεμιγμένην ἀνάπαυσιν αὑτῷ μηχανώμενος. τὸ δʼ αὐτὸ δρᾶν καὶ θύννους ἀπὸ τῆς αὐτῆς αἰτίας λέγουσιν. ἐπεὶ δʼ ἄρτι τὴν μαθηματικὴν αὐτῶν τῆς τοῦ ἡλίου μεταβολῆς ἐτέλεσα πρόγνωσιν, ἧς μάρτυς Ἀριστοτέλης ἐστίν, ἄκουσον ἢδη τὴν ἀριθμητικὴν ἐπιστήμην αὐτῶν· πρότερον δέ, ναὶ μὰ Δία, τὴν ὀπτικήν, ἣν ἔοικε μηδʼ Αἰσχύλος ἀγνοῆσαι· λέγει γάρ που τὸ σκαιὸν ὄμμα παραβαλὼν θύννου δίκην. τῷ γὰρ ἑτέρῳ δοκοῦσιν ἀμβλυώττειν ὅθεν ἐμβάλλουσιν εἰς τὸν Πόντον ἐν δεξιᾷ τῆς γῆς ἐχόμενοι, καὶ τοὐναντίον, ὅταν ἐξίωσιν· ἐμφρόνως πάνυ καὶ νουνεχῶς ἀεὶ τὴν τοῦ σώματος φυλακὴν ἐπὶ τῷ κρείττονι ποιούμενοι τῶν ὀφθαλμῶν. ἀριθμητικῆς δὲ διὰ τὴν κοινωνικήν, ὡς ἔοικε, καὶ φιλάλληλον ἀγάπησιν ἑαυτῶν δεηθέντες οὕτως ἐπʼ ἄκρον ἥκουσι τοῦ μαθήματος, ὥστε, ἐπεὶ πάνυ χαίρουσι τῷ συντρέφεσθαι καὶ συναγελάζεσθαι μετʼ ἀλλήλων, ἀεὶ τὸ πλῆθος τῷ σχήματι κυβίζουσι καὶ στερεὸν ἐκ πάντων ποιοῦσιν, ἓξ ἴσοις ἐπιπέδοις περιεχόμενον εἶτα νήχονται τὴν τάξιν οὕτω τὸ πλαίσιον ἀμφίστομον διαφυλάττοντες ὁ γοῦν θυννοσκόπος, ἂν ἀκριβῶς λάβῃ τὸν ἀριθμὸν τῆς ἐπιφανείας, εὐθὺς ἀποφαίνεται πόσον καὶ ἅπαν τὸ πλῆθός ἐστιν, εἰδὼς ὅτι καὶ τὸ βάθος αὐτῶν ἐν ἴσῳ τεταγμένον στοιχείῳ πρός τε τὸ πλάτος ἐστὶ καὶ τὸ μῆκος. ΦΑΙΔΙΜΟΣ. ἀμίαις δὲ καὶ τοὔνομα παρέσχηκεν ὁ συναγελασμός, οἶμαι δὲ καὶ ταῖς πηλαμύσι. τῶν δʼ ἄλλων γενῶν ὅσα φαίνεται καὶ ζῇ κοινωνικῶς μετʼ ἀλλήλων ἀγεληδὸν οὐκ ἄν τις εἴποι τὸν ἀριθμὸν, ἀλλὰ μᾶλλον ἐπὶ τὰς κατʼ ἰδίαν κοινωνίας αὐτῶν καὶ συμβιώσεις ἰτέον. ὧν ἐστι καὶ ὁ τὸ πλεῖστον ἐξαναλώσας Χρυσίππου μέλαν πιννοτήρας, παντὶ καὶ φυσικῷ βιβλίῳ καὶ ἠθικῷ προεδρίαν ἔχων· τὸν γὰρ σπογγοτήραν οὐχ ἱστόρηκεν, οὐ γὰρ ἂν παρέλιπεν. ὁ μὲν οὖν πιννοτήρας ζῷόν ἐστι. καρκινῶδες, ὥς φασι, καὶ τῇ πίννῃ σύνεστι καὶ πυλωρεῖ τὴν κόγχην προκαθήμενος, ἐῶν ἀνεῳγμένην καὶ διακεχηνυῖαν, ἄχρι οὗ προσπέσῃ τι τῶν ἁλωσίμων αὐτοῖς ἰχθυδίων· τότε δὲ τὴν σάρκα τῆς πίννης δακὼν παρεισῆλθεν, ἡ δὲ συνέκλεισε τὴν κόγχην, καὶ κοινῶς τὴν ἄγραν ἐντὸς ἕρκους γενομένην κατεσθίουσι. τὸν δὲ σπόγγον ἡνιοχεῖ θηρίδιον οὐ καρκινῶδες ἀλλʼ ἀράχνῃ παραπλήσιον· οὐ γὰρ ἄψυχον οὐδʼ ἀναίσθητον οὐδʼ ἄναιμον ὁ σπόγγος ἐστὶν ἀλλὰ ταῖς μὲν πέτραις, ὡς ἄλλα πολλά, προσπέφυκεν, ἔχει δὲ κίνησιν ἰδίαν ἐξ ἑαυτοῦ καὶ εἰς ἑαυτόν, οἷον ὑπομνήσεως καὶ παιδαγωγίας δεομένην· μανὸς γὰρ ὢν ἄλλως καὶ τοῖς ἀραιώμασιν ἀνειμένος ὑπʼ ἀργίας καὶ ἀμβλύτητος, ὅταν ἐμβῇ τι τῶν ἐδωδίμων, ἐκείνου σημήναντος, ἔμυσε καὶ κατηνάλωσεν· ἔτι δὲ μᾶλλον, ἀνθρώπου προσιόντος ἢ θιγόντος, διδασκόμενος καὶ χαρασσόμενος οἷον ἔφριξε καὶ συνέκλεισε τὸ σῶμα πήξας καὶ πυκνώσας, ὥστε ῥᾳδίαν ἀλλὰ δύσεργον εἶναι τὴν ὑποτομὴν αὐ τοῦ τοῖς θηρεύουσιν. αἱ δὲ πορφύραι συναγελαζόμεναι τὸ μὲν κηρίον, ὥσπερ αἱ μέλιτται, κοινῇ ποιοῦσιν, ἐν ᾧ λέγονται γονεύειν· τὰ δʼ ἐδώδιμα τῶν βρύων καὶ τῶν φυκίων ἀναλαμβάνουσαι προσισχόμενα τοῖς ὀστράκοις οἷον ἐν περιόδῳ κυκλουμένην ἑστίασιν ἀλλήλαις παρέχουσιν, ἑτέραν ἑτέρας ἔξωθεν ἐπινεμομένης.