ΦΑΙΔΙΜΟΣ. οἱ δʼ ἁλιεῖς συνορῶντες ὥσπερ ἀλεξήμασι παλαισμάτων τὰ πλεῖστα διακρουόμενα τὰς ἀπʼ ἀγκίστρου βολὰς ἐπὶ βίας ἐτράπησαν, καθάπερ οἱ Πέρσαι σαγηνεύοντες, ὡς τοῖς ἐνσχεθεῖσιν οὐδεμίαν ἐκ λογισμοῦ καὶ σοφίας διάφευξιν οὖσαν. ἀμφιβλήστροις μὲν γὰρ καὶ ὑποχαῖς κεστρεῖς καὶ ἰουλίδες ἁλίσκονται, μόρμυροί τε καὶ σαργοὶ καὶ κωβιοὶ καὶ λάβρακες· τὰ δὲ βολιστικὰ καλούμενα, τρίγλαν καὶ χρυσωπὸν καὶ σκορπίον, γρίποις τε καὶ σαγήναις σύρουσι περιλαμβάνοντες τῶν δικτύων οὖν τὸ γένος ὀρθῶς Ὅμηρος πανάγραν προσεῖπεν. ἀλλὰ καὶ πρὸς ταῦτα μηχαναὶ ταῖς γαλαῖς εἰσιν ὥσπερ τῷ λάβρακι συρομένην γὰρ αἰσθανόμενος βίᾳ διίστησι καὶ τύπτει κοιλαίνων τοὔδαφος ὅταν δὲ ποιήσῃ ταῖς ἐπιδρομαῖς τοῦ δικτύου χώραν, ἔωσεν ἑαυτὸν καὶ προσέχεται, μέχρι ἂν παρέλθῃ. δελφὶς δὲ περιληφθείς, ὅταν συναίσθηται γεγονὼς ἐν ἀγκάλαις σαγήνης, ὑπομένει μὴ ταραττόμενος ἀλλὰ χαίρων· εὐωχεῖται γὰρ ἄνευ πραγματείας ἀφθόνων ἰχθύων παρόντων ὅταν δὲ πλησίον τῇ γῇ προσίῃ, φαγὼν τὸ δίκτυον ἄπεισιν. εἰ δὲ μὴ φθαίη διαφυγών, τὸ πρῶτον οὐδὲν ἔπαθε δεινὸν ἀλλὰ διαρράψαντες αὐτοῦ περὶ τὸν λόφον ὁλοσχοίνους ἀφῆκαν· αὖθις δὲ ληφθέντα πληγαῖς κολάζουσι, γνωρίσαντες ἐκ τοῦ διαρράμματος. σπανίως δὲ τοῦτο συμβαίνει συγγνώμης γὰρ τυγχάνοντες τὸ πρῶτον εὐγνωμονοῦσιν οἱ πλεῖστοι καὶ φυλάττονται τὸ λοιπὸν μὴ ἀδικεῖν. ἔτι δὲ πολλῶν τῶν πρὸς εὐλάβειαν καὶ προφυλακὴν καὶ ἀπόδρασιν ὄντων παραδειγμάτων, οὐκ ἄξιόν ἐστι τὸ τῆς σηπίας παρελθεῖν. τὴν γὰρ καλουμένην μύτιν παρὰ τὸν τράχηλον ἔχουσα πλήρη ζοφερᾶς ὑγρότητος, ἣν θόλον καλοῦσιν, ὅταν καταλαμβάνηται, μεθίησιν ἔξω, τεχνωμένη, τῆς θαλάττης διαθολωθείσης ποιήσασα περὶ αὑτὴν σκότος, ὑπεκδῦναι καὶ ἀποδρᾶναι τὴν τοῦ θηρεύοντος ὄψιν· ἀπομιμουμένη τοὺς Ὁμήρου θεοὺς κυανέῃ νεφέλῃ πολλάκις οὓς; ἂν σῶσαι θέλωσιν ὑφαιρουμένους καὶ διακλέπτοντας. ἀλλὰ τούτων μὲν ἅλις. ΦΑΙΔΙΜΟΣ. τῆς δʼ ἐπιχειρητικῆς καὶ θηρευτικῆς δεινότητος αὐτῶν ἐν πολλοῖς σοφίσματα κατιδεῖν ἔστιν. ὁ μὲν γὰρ ἀστήρ, ὧν ἂν ἅψηται, πάντα διαλυόμενα καὶ διατηκόμενα γιγνώσκων, ἐνδίδωσι τὸ σῶμα καὶ περιορᾷ ψαυόμενον ὑπὸ τῶν παρατρεχόντων ἢ προσπελαζόντων. τῆς δὲ νάρκης ἴστε δήπου τὴν δύναμιν, οὐ μόνον τοὺς θιγόντας αὐτῆς ἐκπηγνύουσαν, ἀλλὰ καὶ διὰ τῆς σαγήνης βαρύτητα ναρκώδη ταῖς χερσὶ τῶν ἀντιλαμβανομένων ἐμποιοῦσαν. ἔνιοι δʼ ἱστοροῦσι, πεῖραν αὐτῆς ἐπὶ πλέον λαμβάνοντες, ἂν ἐκπέσῃ ζῶσα, κατασκεδαννύντες ὕδωρ ἄνωθεν, αἰσθάνεσθαι τοῦ πάθους ἀνατρέχοντος ἐπὶ τὴν χεῖρα καὶ τὴν ἁφὴν ἀμβλύνοντος ὡς ἔοικε διὰ τοῦ ὕδατος τρεπομένου καὶ προπεπονθότος. ταύτης οὖν ἔχουσα σύμφυτον αἴσθησιν μάχεται μὲν ἐξ ἐναντίας πρὸς οὐδὲν οὐδὲ διακινδυνεύει· κύκλῳ δὲ περιιοῦσα τὸ θηρευόμενον ὥσπερ βέλη διασπείρει τὰς ἀπορροάς, φαρμάττουσα τὸ ὕδωρ πρῶτον, εἶτα τὸ ζῷον διὰ τοῦ ὕδατος, μήτε ἀμύνεσθαι δυνάμενον μήτε φυγεῖν ἀλλʼ ἐνισχόμενον ὥσπερ ὑπὸ δεσμῶν καὶ πηγνύμενον. ὁ δὲ καλούμενος ἁλιεὺς; γνώριμος μέν ἐστι πολλοῖς· καὶ διὰ τοὔργον αὐτῷ γέγονε τοὔνομα ᾧ σοφίσματι καὶ τὴν σηπίαν χρῆσθαί φησιν ὁ Ἀριστοτέλης καθίησι γὰρ ὥσπερ ὁρμιὰν ἀπὸ τοῦ τραχήλου πλεκτάνην, μηκύνεσθαί τε πόρρω χαλώσης καὶ πάλιν συντρέχειν εἰς ἑαυτὴν ἀναλαμβανούσης ῥᾷστα πεφυκυῖαν. ὅταν οὖν τι τῶν μικρῶν ἰχθυδίων ἴδῃ πλησίον ἐνδίδωσι δακεῖν, καὶ κατὰ μικρὸν ἀναμηρύεται λανθάνουσα καὶ προσάγεται, μέχρι ἂν ἐν ἐφικτῷ τοῦ στόματος γένηται τὸ προσισχόμενον. τῶν δὲ πολυπόδων τῆς χρόας τὴν ἄμειψιν ὅ τε Πίνδαρος περιβόητον πεποίηκεν εἰπὼν ποντίου θηρὸς χρωτὶ μάλιστα νόον, προσφέρων πάσαις πολίεσσιν ὁμίλει καὶ Θέογνις ὁμοίως πουλύποδος νόον ἴσχε πολυχρόου, ὃς ποτὶ πέτρῃ τῇπερ ὁμιλήσῃ, τοῖος ἰδεῖν ἐφάνη. μεταβάλλει γὰρ ὁ μὲν χαμαιλέων οὐδέν τι μηχανώμενος οὐδὲ κατακρύπτων ἑαυτὸν ἀλλʼ ὑπὸ δέους ἄλλως τρέπεται, φύσει ψοφοδεὴς ὢν καὶ δειλός. συνέπεται δὲ καὶ πνεύματος πλῆρες, ὡς Θεόφραστος· ὀλίγον γὰρ ἀποδεῖ πᾶν τὸ σῶμα τοῦ ζῴου πλῆρες εἶναι πνεύμονος, ᾧ τεκμαίρεται τὸ πνευματικὸν αὐτοῦ καὶ διὰ τοῦτο πρὸς τὰς μεταβολὰς εὔτρεπτον. τοῦ δὲ πολύποδος ἔργον ἐστὶν οὐ πάθος ἡ μεταβολὴ μεταβάλλει γὰρ ἐκ προνοίας, μηχανῇ χρώμενος τοῦ λανθάνειν ἃ δέδιε καὶ λαμβάνειν οἷς τρέφεται παρακρουόμενος γὰρ τὰ μὲν αἱρεῖ μὴ φεύγοντα τὰ δʼ ἐκφεύγει παρερχόμενα. τὸ μὲν γὰρ αὑτοῦ τὰς πλεκτάνας κατεσθίειν αὐτὸν ψεῦδός ἐστιν· τὸ δὲ μύραιναν δεδιέναι καὶ γόγγρον ἀληθές ἐστιν· ὑπʼ ἐκείνων γὰρ κακῶς πάσχει, δρᾶν μὴ δυνάμενος ἐξολισθανόντων. ὥσπερ αὖ πάλιν ὁ κάραβος ἐκείνων μὲν ἐν λαβαῖς γενομένων περιγίγνεται ῥᾳδίως ἡ γὰρ ψιλότης οὐ βοηθεῖ πρὸς τὴν τραχύτητα τοῦ δὲ πολύποδος εἴσω τὰς πλεκτάνας διωθοῦντος ἀπόλλυται. καὶ τὸν κύκλον τοῦτον καὶ τὴν περίοδον ταῖς κατʼ ἀλλήλων διώξεσι καὶ φυγαῖς γύμνασμα καὶ μελέτην ἡ φύσις αὐτοῖς ἐναγώνιον πεποίηκε δεινότητος καὶ συνέσεως.