ΑΡΙΣΤΟΤΙΜΟΣ. ἵνα δὲ κορυφὴν ὁ λόγος ἐπιθεὶς ἑαυτῷ παύσηται, φέρε κινήσαντες τὴν ἀφʼ ἱερᾶς βραχέα περὶ θειότητος αὐτῶν καὶ μαντικῆς εἴπωμεν. οὐ γάρ τι μικρὸν οὐδʼ ἄδοξον, ἀλλὰ πολὺ καὶ παμπάλαιον μαντικῆς μόριον οἰωνιστικὴ κέκληται τὸ γὰρ ὀξὺ καὶ νοερὸν αὐτῶν καὶ διʼ εὐστροφίαν ὑπήκοον ἁπάσης φαντασίας ὥσπερ ὀργάνῳ τῷ θεῷ παρέχει χρῆσθαι καὶ τρέπειν ἐπί τε κίνησιν ἐπί τε φωνὰς καὶ γηρύματα καὶ σχήματα νῦν μὲν ἐνστατικὰ νῦν δὲ φορὰ καθάπερ πνεύματα ταῖς μὲν ἐπικόπτοντα ταῖς δʼ ἐπευθύνοντα πράξεις καὶ ὁρμὰς εἰς τὸ τέλος. διὸ κοινῇ μὲν ὁ Εὐριπίδης θεῶν κήρυκας ὀνομάζει τοὺς ὄρνιθας ἰδίᾳ δέ φησιν ὁ Σωκράτης ὁμόδουλον ἑαυτὸν ποιεῖσθαι τῶν κύκνων· ὥσπερ αὖ καὶ τῶν βασιλέων ἀετὸς μὲν ὁ Πύρρος ἥδετο καλούμενος Ἰέραξ δʼ ὁ Ἀντίοχος· ἰχθῦς; δὲ τοὺς ἀμαθεῖς καὶ ἀνοήτους; λοιδοροῦντες ἢ σκώπτοντες ὀνομάζομεν. ἀλλὰ δὴ μυρίων μυριάκις εἰπεῖν παρόντων, ἃ προδείκνυσιν ἡμῖν καὶ προσημαίνει τὰ πεζὰ καὶ πτηνὰ παρὰ τῶν θεῶν, ἓν οὐκ ἔστι τοιοῦτον ἀποφῆναι τῷ προδικοῦντι τῶν ἐνύδρων, ἀλλὰ κωφὰ πάντα καὶ τυφλὰ τῆς προνοίας εἰς τὸν ἄθεον καὶ τιτανικὸν ἀπέρριπται τόπον ὥσπερ ἀσεβῶν χῶρον, οὗ τὸ λογικὸν καὶ νοερὸν ἐγκατέσβεσται τῆς ψυχῆς, ἐσχάτῳ δέ τινι συμπεφυρμένης καὶ κατακεκλυσμένης αἰσθήσεως μορίῳ, σπαίρουσι μᾶλλον ἢ ζῶσιν ἔοικεν. ΗΡΑΚΛΕΩΝ. ἄναγε τὰς ὀφρῦς, ὦ φίλε Φαίδιμε, καὶ διέγειρε σεαυτὸν ἡμῖν τοῖς ἐνάλοις καὶ νησιώταις οὐ παιδιὰ τὸ χρῆμα τοῦ λόγου γέγονεν, ἀλλʼ ἐρρωμένος ἀγὼν καὶ ῥητορεία κιγκλίδων ἐπιδέουσα καὶ βήματος. ΦΑΙΔΙΜΟΣ. ἐνέδρα μὲν οὖν, ὦ Ἡρακλέων, σὺν δόλῳ καταφανής· κραιπαλῶσι γὰρ ἔτι τὸ χθιζὸν καὶ βεβαπτισμένοις νήφων, ὡς ὁρᾷς, ὁ γενναῖος ἐκ παρασκευῆς ἐπιτέθειται. παραιτεῖσθαι δʼ οὐκ ἔστιν· οὐ γὰρ βούλομαι Πινδάρου ζηλωτὴς; ὢν ἀκοῦσαι τὸ τιθεμένων ἀγώνων πρόφασις ἀρετὰν ἐς αἰπὺν ἔβαλε σκότον· σχολὴ μὲν γὰρ πολλὴ πάρεστιν ὑμῖν, ἀργούντων οὐ χορῶν ἀλλὰ κυνῶν καὶ ἵππων καὶ δικτύου καὶ πάσης σαγήνης, διὰ τοὺς λόγους ἐκεχειρίας κοινῇ πᾶσι τοῖς ζῴοις κατά τε γῆν καὶ κατὰ θάλατταν δεδομένης τὸ σήμερον. ἀλλὰ μὴ φοβηθῆτε· χρήσομαι γὰρ αὐτῇ μετρίως, οὔτε δόξας φιλοσόφων οὔτε Αἰγυπτίων μύθους οὔτʼ ἀμαρτύρους Ἰνδῶν ἐπαγόμενος ἢ Λιβύων διηγήσεις· ἃ δὲ πανταχοῦ μάρτυρας ἔχει τοὺς ἐργαζομένους τὴν θάλατταν ὁρώμενα καὶ δίδωσι τῇ ὄψει πίστιν, τούτων ὀλίγα παραθήσομαι. καίτοι τῶν ἐν γῇ παραδειγμάτων ἐπιπροσθοῦν οὐδέν ἐστιν, ἀλλʼ ἀνεῳγμένη παρέχει τῇ αἰσθήσει τὴν ἱστορίαν· ἡ δὲ θάλασσα μικρὰ κατιδεῖν καὶ γλίσχρα δίδωσι τῶν δὲ πλείστων κατακαλύπτει γενέσεις καὶ τροφὰς ἐπιθέσεις τε καὶ φυλακὰς ἀλλήλων, ἐν αἷς οὐκ ὀλίγα καὶ συνέσεως; ἔργα καὶ μνήμης καὶ κοινωνίας ἀγνοούμενα βλάπτει τὸν λόγον. ἔπειτα τὰ μὲν ἐν γῇ διὰ τὴν ὁμοφυλίαν καὶ τὴν συνδιαίτησιν ἁμωσγέπως συναναχρωννύμενα τοῖς ἀνθρωπίνοις ἤθεσιν ἀπολαύει καὶ τροφῆς καὶ διδασκαλίας καὶ μιμήσεως· ἣ τὸ μὲν πικρὸν ἅπαν καὶ σκυθρωπὸν ὥσπερ ἐπιμιξία ποτίμου θάλασσαν ἐφηδύνει, τὸ δὲ δυσξύνετον ἅπαν καὶ νωθρὸν ἐπεγείρει ταῖς μετʼ ἀνθρώπων κινήσεσιν ἀναρριπιζόμενον. ὁ δὲ τῶν ἐνάλων βίος ὅροις μεγάλοις τῆς πρὸς ἀνθρώπους ἀπῳκισμένος ὁμιλίας ἐπείσακτον οὐδὲν οὐδὲ συνειθισμένον ἔχων ἴδιός ἐστι καὶ αὐθιγενὴς καὶ ἄκρατος ἀλλοτρίοις ἤθεσι διὰ τὸν τόπον, οὐ διὰ τὴν φύσιν. ἡ γὰρ φύσις ὅσον ἐξικνεῖται μαθήσεως ἐπʼ αὐτὴν δεχομένη καὶ στέγουσα παρέχει πολλὰς; μὲν ἐγχέλεις ἱερὰς λεγομένας ἀνθρώποις χειροήθεις, ὥσπερ τὰς ἐν τῇ Ἀρεθούσῃ, πολλαχοῦ δʼ ἰχθῦς ὑπακούοντας αὐτῶν ὀνόμασιν ὥσπερ τὴν Κράσσου μύραιναν ἱστοροῦσιν, ἧς· ἀποθανούσης ἔκλαυσεν ὁ Κράσσος καί ποτε Δομετίου πρὸς αὐτὸν εἰπόντος οὐ σὺ μυραίνης ἀποθανούσης ἔκλαυσας; ἀπήντησεν · οὐ σὺ τρεῖς θάψας γυναῖκας οὐκ ἐδάκρυσας; οἱ δὲ κροκόδειλοι τῶν ἱερέων οὐ μόνον γνωρίζουσι τὴν φωνὴν καλούντων καὶ τὴν ψαῦσιν ὑπομένουσιν, ἀλλὰ καὶ διαχανόντες παρέχουσι τοὺς ὀδόντας ἐκκαθαίρειν ταῖς χερσὶ καὶ περιμάττειν ὀθονίοις. ἔναγχος δὲ Φιλῖνος ὁ βέλτιστος ἥκων πεπλανημένος ἐν Αἰγύπτῳ παρʼ ἡμᾶς διηγεῖτο γραῦν ἰδεῖν ἐν Ἀνταίου πόλει κροκοδείλῳ συγκαθεύδουσαν ἐπὶ σκίμποδος εὖ μάλα κοσμίως παρεκτεταμένῳ. πάλαι δʼ ἱστοροῦσι, Πτολεμαίου τοῦ βασιλέως παρακαλουμένου, τὸν ἱερὸν κροκόδειλον μὴ ἐπακούσαντα μηδὲ πεισθέντα λιπαροῦσι καὶ δεομένοις τοῖς ἱερεῦσι δόξαι προσημαίνειν τὴν μετʼ οὐ πολὺ συμβᾶσαν αὐτῷ τοῦ βίου τελευτὴν ὥστε μηδὲ τῆς πολυτιμήτου μαντικῆς ἄμοιρον εἶναι τὸ τῶν ἐνύδρων γένος μηδʼ ἀγέραστον ἐπεὶ καὶ περὶ Σοῦραν πυνθάνομαι, κώμην ἐν τῇ Λυκίᾳ Φελλοῦ μεταξὺ καὶ Μύρων, καθεζομένους ἐπʼ ἰχθύσιν ὥσπερ οἰωνοῖς διαμαντεύεσθαι τέχνῃ τινὶ καὶ λόγῳ ἑλίξεις καὶ φυγὰς καὶ διώξεις αὐτῶν ἐπισκοποῦντας.