γελοῖοι δʼ ἴσως ἐσμὲν ἐπὶ τῷ μανθάνειν τὰ ζῷα σεμνύνοντες, ὧν ὁ Δημόκριτος ἀποφαίνει μαθητὰς ἐν τοῖς μεγίστοις γεγονότας ἡμᾶς ἀράχνης ἐν ὑφαντικῇ καὶ ἀκεστικῇ, χελιδόνος ἐν οἰκοδομίᾳ καὶ τῶν λιγυρῶν, κύκνου καὶ ἀηδόνος, ἐν ᾠδῇ κατὰ μίμησιν. ἰατρικῆς δὲ πολὺ τῶν τριῶν εἰδῶν ἑκάστου καὶ γενναῖον ἐν αὐτοῖς μόριον ὁρῶμεν· οὐ γὰρ μόνον τῷ φαρμακευτικῷ χρῶνται, χελῶναι μὲν ὀρίγανον γαλαῖ δὲ πήγανον, ὅταν ὄφεως φάγωσιν, ἐπεσθίουσαι κύνες δὲ πόᾳ τινὶ καθαίροντες ἑαυτοὺς χολεριῶντας· ὁ δὲ δράκων τῷ μαράθρῳ τὸν ὀφθαλμὸν ἀμβλυώττοντα λεπτύνων καὶ διαχαράττων· ἡ δʼ ἄρκτος, ὅταν ἐκ τοῦ φωλεοῦ προέλθῃ, τὸ ἄρον ἐσθίουσα πρῶτον τὸ ἄγριον ἡ γὰρ δριμύτης ἀνοίγει συμπεφυκὸς αὐτῆς τὸ ἔντερον· ἄλλως δʼ ἀσώδης γενομένη πρὸς τὰς μυρμηκιὰς τρέπεται καὶ κάθηται προβάλλουσα λιπαρὰν καὶ μαλακὴν ἰκμάδι γλυκείᾳ τὴν γλῶσσαν, ἄχρι οὗ μυρμήκων ἀνάπλεως γένηται· καταπίνουσα γὰρ ὠφελεῖται. τῆς τʼ ἴβεως τὸν ὑποκλυσμὸν ἅλμῃ καθαιρομένης Αἰγύπτιοι συνιδεῖν καὶ μιμήσασθαι λέγουσιν· οἱ δ’ ἱερεῖς ὕδατι χρῶνται, περιαγνίζοντες ἑαυτούς, ἐξ οὗ πέπωκεν ἶβις ἂν γὰρ ᾖ φαρμακῶδες ἢ νοσηρὸν ἄλλως τὸ ὕδωρ, οὐ πρόσεισιν. ἀλλὰ καὶ τροφῆς τροφῆς ἀποσχέσει ἔνια θεραπεύονται, καθάπερ λύκοι καὶ λέοντες, ὅταν κρεῶν γένωνται διακορεῖς, ἡσυχίαν ἄγουσι κατακείμενοι καὶ συνθάλποντες ἑαυτούς. τίγριν δέ φασιν, ἐρίφου παραδοθέντος αὐτῇ, χρωμένην διαίτῃ μὴ φαγεῖν ἐφʼ ἡμέρας δύο, τῇ δὲ τρίτῃ πεινῶσαν αἰτεῖν ἄλλο καὶ τὴν γαλεάγραν σπαράσσειν ἐκείνου δὲ φείσασθαι οἰομένην σύντροφον ἔχειν ἤδη καὶ σύνοικον. οὐ μὴν ἀλλὰ καὶ χειρουργίᾳ χρῆσθαι τοὺς ἐλέφαντας ἱστοροῦσι καὶ γὰρ ξυστὰ καὶ λόγχας καὶ τοξεύματα, παριστάμενοι τοῖς τετρωμένοις, ἄνευ σπαραγμοῦ ῥᾳδίως καὶ ἀβλαβῶς ἐξέλκουσιν. αἱ δὲ Κρητικαὶ αἶγες, ὅταν τὸ δίκταμνον φάγωσιν, ἐκβάλλουσαι τὰ τοξεύματα ῥᾳδίως καταμαθεῖν ταῖς ἐγκύοις τὴν βοτάνην παρέσχον ἐκτρωτικὴν δύναμιν ἔχουσαν· ἐπʼ οὐδὲν γὰρ ἄλλο τρωθεῖσαι φέρονται καὶ ζητοῦσι καὶ διώκουσιν ἢ τὸ δίκταμνον. ἧττον δὲ ταῦτα θαυμαστά, καίπερ ὄντα θαυμάσια, ποιοῦσιν αἱ νόησιν ἀριθμοῦ καὶ δύναμιν τοῦ ἀριθμεῖν ἔχουσαι φύσεις, ὥσπερ ἔχουσιν αἱ περὶ Σοῦσα βόες· εἰσὶ γὰρ αὐτόθι τὸν βασιλικὸν παράδεισον ἄρδουσαι περιάκτοις ἀντλήμασιν, ὧν ὥρισται τὸ πλῆθος· ἑκατὸν γὰρ ἑκάστη βοῦς ἀναφέρει καθʼ ἡμέραν ἑκάστην ἀντλήματα πλείονα δʼ οὐκ ἔστιν οὔτε λαβεῖν οὔτε βιάσασθαι βουλόμενον· ἀλλὰ καὶ πείρας ἕνεκα πολλάκις προστιθέντων, ὑφίσταται καὶ οὐ πρόεισιν, ἀποδοῦσα τὸ τεταγμένον· οὕτως ἀκριβῶς συντίθησι καὶ καταμνημονεύει τὸ κεφάλαιον, ὡς Κτησίας ὁ Κνίδιος ἱστόρηκε. Λίβυες δʼ Αἰγυπτίων καταγελῶσι μυθολογούντων περὶ τοῦ ὄρυγος, ὡς φωνὴν ἀφιέντος ἡμέρας ἐκείνης καὶ ὥρας ἧς ἐπιτέλλει τὸ ἄστρον, ὃ Σῶθιν αὐτοὶ Κύνα δὲ καὶ Σείριον ἡμεῖς καλοῦμεν· τὰς γὰρ αὑτῶν ὁμοῦ πάσας αἶγας, ὅταν ἀνάσχῃ μεθʼ ἡλίου τὸ ἄστρον ἀτρεκῶς, ἐκεῖ στρεφομένας ἀποβλέπειν πρὸς τὴν ἀνατολὴν καὶ τεκμήριον τοῦτο τῆς περιόδου βεβαιότατον εἶναι καὶ μάλιστα τοῖς μαθηματικοῖς κανόσιν ὁμολογούμενον.