πανουργίας δὲ πολλῶν παραδειγμάτων ὄντων, ἀφεὶς ἀλώπεκας καὶ λύκους καὶ τὰ γεράνων σοφίσματα καὶ κολοιῶν, ἔστι γὰρ δῆλα, μάρτυρι χρήσομαι Θαλῇ τῷ παλαιοτάτῳ τῶν σοφῶν, ὃν οὐχ ἥκιστα θαυμασθῆναι λέγουσιν ὀρέως τέχνῃ περιγενόμενον. τῶν γὰρ ἁληγῶν ἡμιόνων εἷς ἐμβαλὼν εἰς ποταμὸν ὤλισθεν αὐτομάτως καὶ τῶν ἁλῶν διατακέντων ἀναστὰς ἐλαφρὸς ᾔσθετο τὴν αἰτίαν καὶ κατεμνημόνευσεν ὥστε διαβαίνων ἀεὶ τὸν ποταμόν, ἐπίτηδες ὑφιέναι καὶ βαπτίζειν τὰ ἀγγεῖα, συγκαθίζων καὶ ἀπονεύων εἰς ἑκάτερον μέρος· ἀκούσας οὖν ὁ Θαλῆς ἐκέλευσεν ἀντὶ τῶν ἁλῶν ἐρίων τὰ ἀγγεῖα καὶ σπόγγων ἐμπλήσαντας καὶ ἀναθέντας, ἐλαύνειν τὸν ἡμίονον. ποιήσας οὖν τὸ εἰωθὸς καὶ ἀναπλήσας ὓδατος τὰ φορτία συνῆκεν ἀλυσιτελῆ σοφιζόμενος ἑαυτῷ, καὶ τὸ λοιπὸν οὕτω προσέχων καὶ φυλαττόμενος διέβαινε τὸν ποταμόν, ὥστε μηδʼ ἄκοντος αὐτοῦ τῶν φορτίων παραψαῦσαι τὸ ὑγρόν. ἄλλην δὲ πανουργίαν ὁμοῦ μετὰ τοῦ φιλοστόργου πέρδικες ἐπιδεικνύντες τοὺς μὲν νεοττοὺς ἐθίζουσι μηδέπω φεύγειν δυναμένους, ὅταν διώκωνται, καταβαλόντας ὑπτίους ἑαυτοὺς βῶλόν τινα ἢ συρφετὸν ἄνω προΐσχεσθαι τοῦ σώματος οἷον ἐπηλυγαζομένους· αὐταὶ δὲ τοὺς διώκοντας ὑπάγουσιν ἄλλῃ καὶ περισπῶσιν εἰς ἑαυτάς, ἐμποδὼν διαπετόμεναι καὶ κατὰ μικρὸν ἐξανιστάμεναι, μέχρι ἂν οὕτως ἁλισκομένων δόξαν ἐνδιδοῦσαι, μακρὰν ἀποσπάσωσι τῶν νεοττῶν. οἱ δὲ δασύποδες πρὸς εὐνὴν ἐπανιόντες ἄλλον ἀλλαχῆ κομίζουσι τῶν λαγιδέων, καὶ πλέθρου διάστημα, πολλάκις ἀλλήλων ἀπέχοντας, ὅπως, ἂν ἄνθρωπος ἢ κύων ἐπίῃ, μὴ πάντες ἅμα συγκινδυνεύωσιν· αὐτοὶ δὲ πολλαχόθι ταῖς μεταδρομαῖς ἴχνη θέντες, τὸ δʼ ἔσχατον ἅλμα μέγα καὶ μακρὰν τῶν ἰχνῶν ἀποσπάσαντες οὕτω καθεύδουσιν. ἡ δʼ ἄρκτος ὑπὸ τοῦ πάθους, ὃ καλοῦσι φωλείαν, καταλαμβανομένη, πρὶν ἢ παντάπασι ναρκῆσαι καὶ γενέσθαι βαρεῖα καὶ δυσκίνητος, τόν τε τόπον ἀνακαθαίρει καὶ μέλλουσα καταδύεσθαι τὴν μὲν ἄλλην πορείαν ὡς ἐνδέχεται μάλιστα ποιεῖται μετέωρον καὶ ἐλαφρὰν ἄκροις ἐπιθιγγάνουσα τοῖς ἴχνεσι, τῷ νώτῳ δὲ τὸ σῶμα προσάγει καὶ παρακομίζει πρὸς τὸν φωλεόν. τῶν ἐλάφων δʼ αἱ θήλειαι μάλιστα τίκ τουσι παρὰ τὴν ὁδόν, ὅπου τὰ σαρκοβόρα θηρία μὴ πρόσεισιν οἳ τʼ ἄρρενες, ὅταν αἴσθωνται βαρεῖς ὑπὸ πιμελῆς καὶ πολυσαρκίας ὄντες, ἐκτοπίζουσι σῴζοντες αὑτοὺς τῷ λανθάνειν, ὅτε τῷ φεύγειν οὐ πεποίθασιν. τῶν δὲ χερσαίων ἐχίνων ἡ μὲν ὑπὲρ αὑτῶν ἄμυνα καὶ φυλακὴ παροιμίαν πεποίηκε πόλλʼ οἶδʼ ἀλώπηξ, ἀλλʼ ἐχῖνος ἓν μέγα προσιούσης γὰρ αὐτῆς, ὥς φησιν ὁ Ἴων, στρόβιλος ἀμφʼ ἄκανθαν εἱλίξας δέμας, κεῖται θιγεῖν τε καὶ δακεῖν ἀμήχανος. γλαφυρωτέρα δʼ ἐστὶν ἡ περὶ τῶν σκυμνίων πρόνοια μετοπώρου γὰρ ὑπὸ τὰς ἀμπέλους ὑποδυόμενος, καὶ τοῖς ποσὶ τὰς ῥᾶγας ἀποσείσας τοῦ βότρυος χαμᾶζε καὶ περικυλινδηθείς, ἀναλαμβάνει ταῖς ἀκάνθαις καὶ παρέσχε ποτὲ πᾶσιν ἡμῖν ὁρῶσιν ὄψιν ἑρπούσης ἢ βαδιζούσης σταφυλῆς· οὕτως; ἀνάπλεως ἐχώρει τῆς ὀπώρας· εἶτα καταδὺς εἰς τὸν φωλεὸν τοῖς σκύμνοις χρῆσθαι καὶ λαμβάνειν ἀπʼ αὐτοῦ ταμιευομένοις παραδίδωσι. τὸ δὲ κοιταῖον αὐτῶν ὀπὰς ἔχει δύο, τὴν μὲν πρὸς νότον τὴν δὲ πρὸς βορρᾶν βλέπουσαν· ὅταν δὲ προαίσθωνται τὴν διαφορὰν τοῦ ἀέρος, ὥσπερ ἱστίον κυβερνῆται μεταλαμβάνοντες ἐμφράσσουσι τὴν κατʼ ἄνεμον τὴν δʼ ἑτέραν ἀνοίγουσι. καὶ τοῦτό τις ἐν Κυζίκῳ κατα μαθὼν, δόξαν ἔσχεν ὡς ἀφʼ αὑτοῦ τὸν μέλλοντα πνεῖν ἄνεμον προαγορεύων. τό γε μὴν κοινωνικὸν μετὰ τοῦ συνετοῦ τοὺς ἐλέφαντας ἀποδείκνυσθαί φησιν ὁ Ἰόβας. ὀρύγματα γὰρ αὐτοῖς οἱ θηρεύοντες ὑπεργασάμενοι λεπτοῖς φρυγάνοις καὶ φορυτῷ κούφῳ κατερέφουσιν ὅταν οὖν τις εἰσολίσθῃ, πολλῶν ὁμοῦ πορευομένων, οἱ λοιποὶ φοροῦντες ὕλην καὶ λίθους ἐμβάλλουσιν, ἀναπληροῦντες τὴν κοιλότητα τοῦ ὀρύγματος, ὥστε ῥᾳδίαν ἐκείνῳ γενέσθαι τὴν ἔκβασιν. ἱστορεῖ δὲ καὶ εὐχῇ χρῆσθαι θεῶν τοὺς ἐλέφαντας ἀδιδάκτως, ἁγνιζομένους τε τῇ θαλάσσῃ καὶ τὸν ἣλιον ἐκφανέντα προσκυνοῦντας ὥσπερ χειρὸς ἀνασχέσει τῆς προβοσκίδος;. ὅθεν καὶ θεοφιλέστατὸν ἐστι τὸ θηρίον, ὡς Πτολεμαῖος ὁ Φιλοπάτωρ ἐμαρτύρησε. κρατήσας γὰρ Ἀντιόχου καὶ βουλόμενος ἐκπρεπῶς τιμῆσαι τὸ θεῖον ἄλλα τε πάμπολλα κατέθυσεν ἐπινίκια τῆς μάχης καί τέσσαρας ἐλέφαντας· εἶτα νύκτωρ ὀνείρασιν ἐντυχών, ὡς τοῦ θεοῦ μετʼ ὀργῆς ἀπειλοῦντος αὐτῷ διὰ τὴν ἀλλόκοτον ἐκείνην θυσίαν, ἱλασμοῖς τε πολλοῖς ἐχρήσατο καὶ χαλκοῦς ἐλέφαντας ἀντὶ τῶν σφαγέντων ἀνέστησε τέσσαρας.· οὐχ ἧττον δὲ κοινωνικὰ τὰ τῶν λεόντων. οἱ γὰρ νέοι τοὺς βραδεῖς καὶ γέροντας ἢδη συνεξάγουσιν ἐπὶ θήραν· ὅπου δʼ ἂν ἀπαγορεύσωσιν, οἱ μὲν κάθηνται περιμένοντες οἱ δὲ θηρεύουσι κἂν λάβωσιν ὁτιοῦν, ἀνακαλοῦνται, μόσχου μυκήματι τὸ βρύχημα ποιοῦντες ὅμοιον· οἱ δʼ εὐθὺς αἰσθάνονται καὶ παραγενόμενοι κοινῇ τὴν ἄγραν ἀναλίσκουσιν, ἔρωτες δὲ πολλῶν οἱ μὲν ἄγριοι καὶ περιμανεῖς γεγόνασιν, οἱ δʼ ἔχοντες οὐκ ἀπάνθρωπον ὡραϊσμὸν οὐδʼ ἀναφρόδιτον ὁμιλίαν. οἷος ἦν ὁ τοῦ ἐλέφαντος ἐν Ἀλεξανδρείᾳ τοῦ ἀντερῶντος Ἀριστοφάνει τῷ γραμματικῷ· τῆς γὰρ αὐτῆς ἤρων στεφανοπώλιδος, καὶ οὐχ ἧττον ἦν ὁ ἐλέφας διάδηλος· ἔφερε γὰρ αὐτῇ τῆς ὀπώρας ἀεὶ τὰ πρατήρια παραπορευόμενος, καὶ χρόνον πολὺν ὑφίστατο καὶ τὴν προβοσκίδα τῶν χιτωνίων ἐντὸς ὥσπερ χεῖρα παραβαλὼν ἀτρέμα τῆς περὶ τὸ στῆθος ὥρας ἔψαυεν. ὁ δὲ δράκων ὁ τῆς Αἰτωλίδος ἐρασθεὶς; ἐφοίτα νύκτωρ παρʼ αὐτὴν καὶ τοῦ σώματος; ὑποδυόμενος ἐν χρῷ καὶ περιπλεκόμενος οὐδὲν οὔθʼ ἑκὼν οὔτʼ ἄκων ἔβλαψεν ἀλλὰ καὶ κοσμίως ἀεὶ περὶ τὸν ὄρθρον ἀπηλλάττετο. συνεχῶς δὲ τοῦτο ποιοῦντος αὐτοῦ, μετῴκισαν οἱ προσοικοῦντες ἀπωτέρω τὴν ἄνθρωπον· ὁ δὲ τρεῖς μὲν ἢ τέτταρας ἡμέρας οὐκ ἦλθεν ἀλλʼ ὡς ἔοικε περιῄει ζητῶν καὶ πλανώμενος· μόλις δέ πως ἐξανευρὼν καὶ περιπεσὼν οὐ πρᾶος ὥσπερ εἰώθει ἀλλὰ τραχύτερος 1, τῷ μὲν ἄλλῳ σπειράματι τὰς χεῖρας αὐτῆς ἔδησε πρὸς τὸ σῶμα, τῷ δʼ ἀπολήγοντι τῆς οὐρᾶς ἐμαστίγου τὰς κνήμας, ἐλαφράν τινα καὶ φιλόστοργον καὶ πλέον ἔχουσαν τοῦ κολάζοντος τὸ φειδόμενον ὀργὴν ἀποδεικνύμενος. τὸν δʼ ἐν Αἰγίῳ παιδεραστοῦντα χῆνα καὶ τὸν ἐπιθυμήσαντα Γλαύκης τῆς κιθαρῳδοῦ κριόν· περιβόητοι γάρ εἰσι καὶ πολλῶν οἶμαι διηγημάτων τοιούτων διακορεῖς ὑμᾶς εἶναι· διὸ ταῦτα μὲν ἀφίημι. Ψᾶρες δὲ καὶ κόρακες καὶ ψιττακοὶ μανθάνοντες διαλέγεσθαι καὶ τὸ τῆς φωνῆς πνεῦμα τοῖς διδάσκουσιν εὔπλαστον οὕτω καὶ μιμηλὸν ἐξαριθμεῖν καὶ ῥυθμίζειν παρέχοντες ἐμοὶ δοκοῦσι, προδικεῖν καὶ συνηγορεῖν τοῖς ἄλλοις ζῴοις ἐν τῷ μανθάνειν, τρόπον τινὰ διδάσκοντες ἡμᾶς, ὅτι καὶ προφορικοῦ λόγου καὶ φωνῆς ἐνάρθρου μέτεστιν αὐτοῖς· καὶ πολὺς κατάγελως τὸ πρὸς ταῦτα καταλιπεῖν ἐκείνοις σύγκρισιν, οἷς οὐδʼ ὅσον ὠρύσασθαι μέτεστιν οὐδʼ ὅσον στενάξαι φωνῆς. τούτων δὲ καὶ τοῖς αὐτοφυέσι καὶ τοῖς ἀδιδάκτοις γηρύμασιν ὅση μοῦσα καὶ χάρις ἔπεστιν, οἱ λογιώτατοι καὶ καλλιφωνότατοι μαρτυροῦσι, τὰ ἣδιστα ποιήματα καὶ μέλη μέλεσι κύκνων καὶ ἀηδόνων ᾠδαῖς ἀπεικάζοντες, ἐπεὶ δὲ τοῦ μαθεῖν τὸ διδάξαι λογικώτερον, ἤδη πειστέον Ἀριστοτέλει λέγοντι καὶ τοῦτο τὰ ζῷα ποιεῖν· ὀφθῆναι γὰρ ἀηδόνα νεοσσὸν ᾅδειν προδιδάσκουσαν. μαρτυρεῖ δʼ αὐτῷ τὸ φαυλότερον ᾄδειν ὅσαις συμβέβηκε μικραῖς ἁλούσαις ἀποτρόφοις τῶν μητέρων γενέσθαι διδάσκονται γὰρ αἱ συντρεφόμεναι καὶ μανθάνουσιν οὐ διὰ μισθὸν οὐδὲ πρὸς δόξαν ἀλλὰ τῷ χαίρειν διαμελιζόμεναι καὶ τὸ καλὸν ἀγαπᾶν μᾶλλον ἢ τὸ χρειῶδες τῆς φωνῆς. ἔχω δὲ περὶ τούτου καὶ λόγον εἰπεῖν πρὸς ὑμᾶς, ἀκούσας Ἑλλήνων τε πολλῶν καὶ Ῥωμαίων παραγενομένων. κουρεὺς γάρ τις ἐργαστήριον ἔχων ἐν Ῥώμῃ πρὸ τοῦ τεμένους, ὃ καλοῦσιν Ἑλλήνων ἀγοράν, θαυμαστόν τι χρῆμα πολυφώνου καὶ πολυφθόγγου κίττης ἔτρεφε, καὶ ἀνθρώπου ῥήματα καὶ θηρίων φθόγγους καὶ ψόφους ὀργάνων ἀνταπεδίδου, μηδενὸς ἀναγκάζοντος ἀλλʼ αὑτὴν ἐθίζουσα καὶ φιλοτιμουμένη μηδὲν ἄρρητον ἀπολιπεῖν μηδʼ ἀμίμητον. ἔτυχε δέ τις ἐκεῖθεν τῶν πλουσίων ἐκκομιζόμενος ὑπὸ σάλπιγξι πολλαῖς, καὶ γενομένης ὥσπερ εἴωθε κατὰ τὸν τόπον ἐπιστάσεως, εὐδοκιμοῦντες οἱ σαλπικταὶ καὶ κελευόμενοι πολὺν χρόνον ἐνδιέτριψαν ἡ δὲ κίττα μετὰ τὴν ἡμέραν ἐκείνην ἄφθογγος ἦν καὶ ἄναυδος, οὐδὲ τὴν αὑτῆς ἐπὶ τοῖς ἀναγκαίοις πάθεσιν ἀφιεῖσα φωνήν. τοῖς οὖν πρότερον αὐτῆς θαυμάζουσι τὴν φωνήν, τότε θαῦμα μεῖζον ἡ σιωπὴ παρεῖχε, κωφὸν ἀκροάμα τοῖς συνήθως παροδεύουσι τὸν τόπον· ὑποψίαι δὲ φαρμάκων ἐπὶ τοὺς ὁμοτέχνους ἦσαν· οἱ δὲ πλεῖστοι τὰς σάλπιγγας εἴκαζον ἐκπλῆξαι τὴν ἀκοήν, ἦν δʼ ἀκοῇ συγκατεσβέσθαι τὴν φωνήν. ἦν δʼ οὐδέτερα τούτων, ἀλλʼ ἄσκησις ὡς ἔοικε καὶ ἀναχώρησις εἰς ἑαυτὸ τοῦ μιμητικοῦ, καθάπερ ὄργανον ἐξαρτυομένου τὴν φωνὴν καὶ παρασκευάζοντος· ἄφνω γὰρ αὖθις ἧκε καὶ ἀνέλαμψεν οὐδὲν τῶν συνήθων καὶ· παλαιῶν μιμημάτων ἐκείνων, ἀλλὰ τὰ μέλη τῶν σαλπίγγων αὐταῖς περιόδοις φθεγγομένη καὶ μεταβολὰς πάσας καὶ κρουμάτων διεξιοῦσα πάντας ῥυθμούς· ὥστε, ὅπερ ἔφην, τῆς εὐμαθείας λογικωτέραν εἶναι τὴν αὐτομάθειαν ἐν αὐτοῖς. πλὴν ἕν γέ τι μάθημα κυνὸς οὐ δοκῶ μοι παρήσειν, γενόμενος ἐν Ῥώμῃ θεατής. παρὼν γὰρ ὁ κύων μίμῳ πλοκὴν ἔχοντι δραματικὴν καὶ πολυπρόσωπον ἄλλας τε μιμήσεις ἀπεδίδου τοῖς ὑποκειμένοις πάθεσι καὶ πράγμασι προσφόρους, καὶ φαρμάκου ποιουμένων ἐν αὐτῷ πεῖραν ὑπνωτικοῦ μὲν ὑποκειμένου δʼ εἶναι θανασίμου, τὸν τʼ ἄρτον, ᾧ δῆθεν ἐμέμικτο τὸ φάρμακον, ἐδέξατο καὶ καταφαγὼν ὀλίγον ὕστερον ὅμοιος ἦν ὑποτρέμοντι καὶ σφαλλομένῳ καὶ καρηβαροῦντι τέλος δὲ προτείνας ἑαυτὸν ὥσπερ νεκρὸς ἔκειτο, καὶ παρεῖχεν ἕλκειν καὶ μεταφέρειν, ὡς ὁ τοῦ δράματος ὑπηγόρευε λόγος. ἐπεὶ δὲ τὸν καιρὸν ἐκ τῶν λεγομένων καὶ πραττομένων ἐνόησεν, ἡσυχῆ τὸ πρῶτον ἐκίνησεν ἑαυτόν, ὥσπερ ἐξ ὕπνου βαθέος ἀναφερόμενος, καὶ τὴν κεφαλὴν ἐπάρας διέβλεψεν· ἔπειτα θαυμασάντων, ἐξαναστὰς ἐβάδιζε πρὸς ὃν ἔδει· καὶ προσῄκαλλε χαίρων καὶ φιλοφρονούμενος, ὥστε πάντας ἀνθρώπους καὶ Καίσαρα παρῆν γὰρ ὁ γέρων Οὐεσπασιανὸς ἐν τῷ Μαρκέλλου θεάτρῳ συμπαθεῖς γενέσθαι. γελοῖοι δʼ ἴσως ἐσμὲν ἐπὶ τῷ μανθάνειν τὰ ζῷα σεμνύνοντες, ὧν ὁ Δημόκριτος ἀποφαίνει μαθητὰς ἐν τοῖς μεγίστοις γεγονότας ἡμᾶς ἀράχνης ἐν ὑφαντικῇ καὶ ἀκεστικῇ, χελιδόνος ἐν οἰκοδομίᾳ καὶ τῶν λιγυρῶν, κύκνου καὶ ἀηδόνος, ἐν ᾠδῇ κατὰ μίμησιν. ἰατρικῆς δὲ πολὺ τῶν τριῶν εἰδῶν ἑκάστου καὶ γενναῖον ἐν αὐτοῖς μόριον ὁρῶμεν· οὐ γὰρ μόνον τῷ φαρμακευτικῷ χρῶνται, χελῶναι μὲν ὀρίγανον γαλαῖ δὲ πήγανον, ὅταν ὄφεως φάγωσιν, ἐπεσθίουσαι κύνες δὲ πόᾳ τινὶ καθαίροντες ἑαυτοὺς χολεριῶντας· ὁ δὲ δράκων τῷ μαράθρῳ τὸν ὀφθαλμὸν ἀμβλυώττοντα λεπτύνων καὶ διαχαράττων· ἡ δʼ ἄρκτος, ὅταν ἐκ τοῦ φωλεοῦ προέλθῃ, τὸ ἄρον ἐσθίουσα πρῶτον τὸ ἄγριον ἡ γὰρ δριμύτης ἀνοίγει συμπεφυκὸς αὐτῆς τὸ ἔντερον· ἄλλως δʼ ἀσώδης γενομένη πρὸς τὰς μυρμηκιὰς τρέπεται καὶ κάθηται προβάλλουσα λιπαρὰν καὶ μαλακὴν ἰκμάδι γλυκείᾳ τὴν γλῶσσαν, ἄχρι οὗ μυρμήκων ἀνάπλεως γένηται· καταπίνουσα γὰρ ὠφελεῖται. τῆς τʼ ἴβεως τὸν ὑποκλυσμὸν ἅλμῃ καθαιρομένης Αἰγύπτιοι συνιδεῖν καὶ μιμήσασθαι λέγουσιν· οἱ δ’ ἱερεῖς ὕδατι χρῶνται, περιαγνίζοντες ἑαυτούς, ἐξ οὗ πέπωκεν ἶβις ἂν γὰρ ᾖ φαρμακῶδες ἢ νοσηρὸν ἄλλως τὸ ὕδωρ, οὐ πρόσεισιν. ἀλλὰ καὶ τροφῆς τροφῆς ἀποσχέσει ἔνια θεραπεύονται, καθάπερ λύκοι καὶ λέοντες, ὅταν κρεῶν γένωνται διακορεῖς, ἡσυχίαν ἄγουσι κατακείμενοι καὶ συνθάλποντες ἑαυτούς. τίγριν δέ φασιν, ἐρίφου παραδοθέντος αὐτῇ, χρωμένην διαίτῃ μὴ φαγεῖν ἐφʼ ἡμέρας δύο, τῇ δὲ τρίτῃ πεινῶσαν αἰτεῖν ἄλλο καὶ τὴν γαλεάγραν σπαράσσειν ἐκείνου δὲ φείσασθαι οἰομένην σύντροφον ἔχειν ἤδη καὶ σύνοικον. οὐ μὴν ἀλλὰ καὶ χειρουργίᾳ χρῆσθαι τοὺς ἐλέφαντας ἱστοροῦσι καὶ γὰρ ξυστὰ καὶ λόγχας καὶ τοξεύματα, παριστάμενοι τοῖς τετρωμένοις, ἄνευ σπαραγμοῦ ῥᾳδίως καὶ ἀβλαβῶς ἐξέλκουσιν. αἱ δὲ Κρητικαὶ αἶγες, ὅταν τὸ δίκταμνον φάγωσιν, ἐκβάλλουσαι τὰ τοξεύματα ῥᾳδίως καταμαθεῖν ταῖς ἐγκύοις τὴν βοτάνην παρέσχον ἐκτρωτικὴν δύναμιν ἔχουσαν· ἐπʼ οὐδὲν γὰρ ἄλλο τρωθεῖσαι φέρονται καὶ ζητοῦσι καὶ διώκουσιν ἢ τὸ δίκταμνον.