ΑΡΙΣΤΟΤΙΜΟΣ. τὰς δὲ μυρμήκων οἰκονομίας καὶ παρασκευὰς ἐκφράσαι μὲν ἀκριβῶς ἀμήχανον, ὑπερβῆναι δὲ παντελῶς ὀλίγωρον· οὐδὲν γὰρ οὕτω μικρὸν ἡ φύσις ἔχει μειζόνων καὶ καλλιόνων κάτοπτρον, ἀλλʼ ὥσπερ ἐν σταγόνι καθαρᾷ πάσης ἔνεστιν ἀρετῆς ἔμφασις, ἔνθʼ ἔνι μὲν φιλότης τὸ κοινωνικόν, ἔνι δʼ ἀνδρείας εἰκὼν τὸ φιλόπονον· ἔνεστι δὲ πολλὰ μὲν ἐγκρατείας σπέρματα πολλὰ δὲ φρονήσεως καὶ δικαιοσύνης. ὁ μὲν οὖν Κλεάνθης ἔλεγε, καίπερ οὐ φάσκων μετέχειν λόγου τὰ ζῷα, τοιαύτῃ θεωρίᾳ παρατυχεῖν μύρμηκας ἐλθεῖν ἐπὶ μυρμηκιὰν ἑτέραν μύρμηκα νεκρὸν φέροντας ἀνιόντας οὖν ἐκ τῆς μυρμηκιᾶς ἐνίους οἷον ἐντυγχάνειν αὐτοῖς; καὶ πάλιν κατέρχεσθαι καὶ τοῦτο δὶς ἢ τρὶς γενέσθαι τέλος δὲ τοὺς μὲν κάτωθεν ἀνενεγκεῖν ὥσπερ λύτρα τοῦ νεκροῦ σκώληκα, τοὺς δʼ ἐκεῖνον ἀραμένους ἀποδόντας δὲ τὸν νεκρὸν οἴχεσθαι. τῶν δὲ πᾶσιν ἐμφανῶν ἥ τε περὶ τὰς ἀπαντήσεις ἐστὶν εὐγνωμοσύνη, τῶν μηδὲν φερόντων τοῖς φέρουσιν ἐξισταμένων ὁδοῦ καὶ παρελθεῖν διδόντων· αἵ τε τῶν δυσφόρων καὶ δυσπαρακομίστων διαβρώσεις καὶ διαιρέσεις, ὅπως εὐβάστακτα πλείοσι γένηται. τὰς δὲ τῶν κυημάτων διαθέσεις καὶ διαψύξεις ἐκτὸς ὑετοῦ ποιεῖται σημεῖον ὁ Ἄρατος ἢ κοίλης μύρμηκες ὀχῆς ἐξ ὤεα πάντα θᾶσσον ἀνηνέγκαντο 1 καί τινες οὐκ ᾠά γράφουσιν, ἀλλʼ ἑά ὡς τοὺς ἀποκειμένους καρποὺς, ὅταν εὐρῶτα συνάγοντας αἴσθωνται καὶ φοβηθῶσι φθορὰν καὶ σῆψιν, ἀναφερόντων. ὑπερβάλλει δὲ πᾶσαν ἐπίνοιαν συνέσεως ἡ τοῦ πυροῦ τῆς βλαστήσεως προκατάληψις· οὐ γὰρ δὴ παραμένει ξηρὸς οὐδʼ ἄσηπτος ἀλλὰ διαχεῖται καὶ γαλακτοῦται μεταβάλλων εἰς τὸ φύειν· ἵνʼ οὖν μὴ γενόμενος σπέρμα τὴν σιτίου χρείαν διαφθείρῃ παραμένῃ δʼ αὐτοῖς ἐδώδιμος, ἐξεσθίουσι τὴν ἀρχήν, ἀφʼ ἧς τὸν βλαστὸν ὁ πυρὸς ἀφίησιν. τοὺς δὲ τὰς μυρμηκιὰς; αὐτῶν ἐπὶ τῷ καταμαθεῖν ὥσπερ ἐξ ἀνατομῆς πληροῦντας οὐκ ἀποδέχομαι λέγουσι δʼ οὖν οὐκ εὐθεῖαν εἶναι τὴν ἀπὸ τῆς ὀπῆς κάθοδον οὐδʼ εὔπορον ἄλλῳ θηρίῳ διεξελθεῖν, ἀλλὰ καμπαῖς καὶ στρεβλότησι κεκλασμένας ὑποπορεύσεις καὶ ἀνατρήσεις ἐχούσαις εἰς τρεῖς κοιλότητας ἀποτελευτῶσαν, ὧν τὴν μὲν ἐνδιαίτημα κοινὸν αὐτοῖς εἶναι, τὴν δὲ τῶν ἐδωδίμων ταμιεῖον, εἰς δὲ τὴν τρίτην ἀποτίθεσθαι τοὺς θνήσκοντας; ΑΡΙΣΤΟΤΙΜΟΣ. οἶμαι δὲ μὴ ἄκαιρος ὑμῖν φανεῖσθαι τοῖς μύρμηξιν ἐπεισάγων τοὺς ἐλέφαντας, ἵνα τοῦ νοῦ τὴν φύσιν ἔν τε τοῖς μικροτάτοις ἅμα καὶ μεγίστοις σώμασι κατανοήσωμεν, μήτε τούτοις ἐναφανιζομένην μήτʼ ἐκείνοις ἐνδέουσαν. οἱ μὲν οὖν ἄλλοι θαυμάζουσι τοῦ ἐλέφαντος ὅσα μανθάνων καὶ διδασκόμενος ἐν θεάτροις ἐπιδείκνυται σχημάτων εἴδη καὶ μεταβολάς, ὧν οὐδʼ ἀνθρωπίναις μελέταις τὸ ποικίλον καὶ περιττὸν ἐν μνήμῃ καὶ καθέξει γενέσθαι πάνυ ῥᾴδιόν ἐστιν· ἐγὼ δὲ μᾶλλον ἐν τοῖς ἀφʼ αὑτοῦ καὶ ἀδιδάκτοις τοῦ θηρίου πάθεσι καὶ κινήμασιν, ὥσπερ ἀκράτοις καὶ ἀπαραχύτοις, ἐμφαινομένην ὁρῶ τὴν σύνεσιν. ἐν Ῥώμῃ μὲν γὰρ οὐ πάλαι πολλῶν προδιδασκομένων στάσεις τινὰς ἵστασθαι παραβόλους καὶ κινήσεις δυσεξελίκτους ἀνακυκλεῖν, εἷς ὁ δυσμαθέστατος ἀκούων κακῶς ἑκάστοτε καὶ κολαζόμενος πολλάκις ὤφθη νυκτὸς αὐτὸς ἀφʼ ἑαυτοῦ πρὸς τὴν σελήνην ἀναταττόμενος; τὰ μαθήματα καὶ μελετῶν. ἐν δὲ Συρίᾳ πρότερον Ἅγνων ἱστορεῖ, τρεφομένου κατʼ οἰκίαν ἐλέφαντος, τὸν ἐπιστάτην λαμβάνοντα κριθῶν μέτρον ὑφαιρεῖν καὶ χρεωκοπεῖν μέρος ἣμισυ καθʼ ἡμέραν· ἐπεὶ δέ, τοῦ δεσπότου παρόντος ποτὲ καὶ θεωμένου, πᾶν τὸ μέτρον κατήρασεν, ἐμβλέψαντα καὶ διαγαγόντα τὴν προβοσκίδα τῶν κριθῶν ἀποδιαστῆσαι καὶ διαχωρίσαι τὸ μέρος, ὡς ἐνῆν λογιώτατα κατειπόντα τοῦ ἐπιστάτου τὴν ἀδικίαν· ἄλλον δέ, ταῖς κριθαῖς λίθους καὶ γῆν εἰς τὸ μέτρον τοῦ ἐπιστάτου καταμιγνύοντος, ἑψομένων κρεῶν, δραξάμενον τῆς τέφρας ἐμβαλεῖν εἰς τὴν χύτραν. ὁ δʼ ὑπὸ τῶν παιδαρίων προπηλακισθεὶς ἐν Ῥώμῃ τοῖς γραφείοις τὴν προβοσκίδα κεντούντων ὃν συνέλαβε μετέωρον ἐξάρας ἐπίδοξος ἦν ἀποτυμπανίσειν κραυγῆς δὲ τῶν παρόντων γενομένης, ἀτρέμα πρὸς τὴν γῆν πάλιν ἀπηρείσατο καὶ παρῆλθεν, ἀρκοῦσαν ἡγούμενος δίκην τῷ τηλικούτῳ φοβηθῆναι. περὶ τῶν ἀγρίων καὶ αὐτονόμων ἄλλα τε θαυμάσια καὶ τὰ περὶ τὰς διαβάσεις τῶν ποταμῶν ἱστοροῦσι προδιαβαίνει γὰρ ἐπιδοὺς αὑτὸν ὁ νεώτατος καὶ μικρότατος οἱ δʼ, ἑστῶτες ἀποθεωροῦσιν ὡς, ἂν ἐκεῖνος ὑπεραίρῃ τῷ μεγέθει τὸ ῥεῦμα, πολλὴν τοῖς μείζοσι πρὸς τὸ θαρρεῖν περιουσίαν τῆς; ἀσφαλείας οὖσαν. ἐνταῦθα τοῦ λόγου γεγονὼς οὐ δοκῶ μοι παρήσειν διʼ ὁμοιότητα τὸ τῆς ἀλώπεκος. οἱ μὲν οὖν μυθολόγοι τῷ Δευκαλίωνί φασι περιστερὰν ἐκ τῆς λάρνακος ἀφιεμένην δήλωμα γενέσθαι χειμῶνος μὲν εἴσω πάλιν ἐνδυομένην, εὐδίας δʼ ἀποπτᾶσαν οἱ δὲ Θρᾷκες ἔτι νῦν, ὅταν παγέντα ποταμὸν διαβαίνειν ἐπιχειρῶσιν, ἀλώπεκα ποιοῦνται γνὡμθνα τῆς τοῦ πάγου στερρότητος· ἡσυχῆ γὰρ ὑπάγουσα παραβάλλει τὸ οὖς κἂν μὲν αἴσθηται ψόφῳ τοῦ ῥεύματος ἐγγὺς ὑποφερομένου, τεκμαιρομένη μὴ γεγονέναι διὰ βάθους τὴν πῆξιν ἀλλὰ λεπτὴν καὶ ἀβέβαιον ἵσταται, κἂν ἐᾷ τις, ἐπανέρχεται τῷ δὲ μὴ ψοφεῖν θαρροῦσα διῆλθε. καὶ τοῦτο μὴ λέγωμεν αἰσθήσεως ἄλογον ἀκρίβειαν, ἀλλʼ ἐξ αἰσθήσεως συλλογισμὸν ὅτι τὸ ψοφοῦν κινεῖται, τὸ δὲ κινούμενον οὐ πέπηγε, τὸ δὲ μὴ πεπηγὸς ὑγρόν ἐστι, τὸ δʼ ὑγρὸν ἐνδίδωσιν οἱ δὲ διαλεκτικοί φασι τὸν κύνα τῷ διὰ πλειόνων διεζευγμένῳ χρώμενον ἐν ταῖς πολυσχιδέσιν ἀτραποῖς συλλογίζεσθαι πρὸς ἑαυτὸν ἤτοι τήνδε τὸ θηρίον ὥρμηκεν ἢ τήνδε ἢ τήνδε· ἀλλὰ μὴν οὔτε τήνδε οὔτε τήνδε τὴν λοιπὴν ἄρα· τῆς μὲν αἰσθήσεως οὐδὲν ἢ τὴν πρόσληψιν διδούσης, τοῦ δὲ λόγου τὰ λήμματα καὶ τὸ συμπέρασμα τοῖς λήμμασιν ἐπιφέροντος. οὐ μὴν δεῖταὶ γε τοιαύτης μαρτυρίας ὁ κύων· ψευδὴς γάρ ἐστι καὶ κίβδηλος ἡ γὰρ αἴσθησις αὐτὴ τοῖς ἴχνεσι καὶ τοῖς ῥεύμασι τοῦ θηρίου τὴν φυγὴν ἐπιδείκνυσι, χαίρειν λέγουσα διεζευγμένοις ἀξιώμασι καὶ συμπεπλεγμένοις. διʼ ἄλλων δὲ πολλῶν ἔργων καὶ παθῶν καὶ καθηκόντων οὔτʼ ὀσφραντῶν οὔθʼ ὁρατῶν ἀλλὰ διανοίᾳ καὶ λόγῳ μόνον πρακτῶν καὶ θεατῶν ὄντων κατιδεῖν ἔστι τὴν κυνὸς φύσιν· οὗ τὰς μὲν ἐν ἄγραις ἐγκρατείας καὶ πειθαρχίας καὶ ἀγχινοίας γελοῖος ἔσομαι λέγων πρὸς ὑμᾶς τοὺς τοῦ Ἀσκληπιοῦ τὰ εὔογκα τῶν ἀργυρῶν καὶ χρυσῶν ἔλαβεν ἀναθημάτων καὶ λεληθέναι νομίζων ὑπεξῆλθεν ὁ δὲ φρουρὸς κύων, ὄνομα Κάππαρος, ἐπεὶ μηδεὶς ὑλακτοῦντι τῶν ζακόρων ὑπήκουσεν αὐτῷ, φεύγοντα τὸν ἱερόσυλον ἐπεδίωκε· καὶ πρῶτον μὲν βαλλόμενος λίθοις οὐκ ἀπέστη γενομένης δʼ ἡμέρας, ἐγγὺς οὐ προσιὼν ἀλλʼ ἀπʼ ὀφθαλμοῦ παραφυλάττων εἵπετο καὶ τροφὴν προβάλλοντος οὐκ ἐλάμβανεν ἀναπαυομένῳ δὲ παρενυκτέρευε καὶ βαδίζοντος πάλιν ἀναστὰς ἐπηκολούθει, τοὺς δʼ ἀπαντῶντας ὁδοιπόρους ἔσαινεν, ἐκείνῳ δʼ ἐφυλάκτει καὶ προσέκειτο. ταῦτα δʼ οἱ διώκοντες πυνθανόμενοι παρὰ τῶν ἀπαντώντων ἅμα καὶ τὸ χρῶμα φραζόντων καὶ τὸ μέγεθος; τοῦ κυνὸς προθυμότερον ἐχρήσαντο τῇ διώξει, καὶ καταλαβόντες τὸν ἄνθρωπον ἀνήγαγον ἀπὸ Κρομμυῶνος. ὁ δὲ κύων ἀναστρέψας προηγεῖτο γαῦρος καὶ περιχαρής, οἷον ἑαυτοῦ ποιούμενος; ἄγραν καὶ θήραμα τὸν ἱερόσυλον. ἐψηφίσαντο δὴ σῖτον αὐτῷ δημοσίᾳ μετρεῖσθαι καὶ παρεγγυᾶσθαι τοῖς ἱερεῦσιν εἰς ἀεὶ τὴν ἐπιμέλειαν, ἀπομιμησάμενοι τὸ πρὸς τὸν ἡμίονον φιλανθρώπευμα τῶν παλαιῶν Ἀθηναίων. τὸν γὰρ ἑκατόμπεδον νεὼν Περικλέους ἐν ἀκροπόλει κατασκευάζοντος, ὡς εἰκός, λίθοι προσήγοντο πολλοῖς ζεύγεσι καθʼ ἡμέραν· τῶν οὖν συνειργασμένων μὲν προθύμως ἢδη δὲ διὰ γῆρας ἀφειμένων ὀρέων εἷς· κατερχόμενος εἰς Κεραμεικόν, καὶ τοῖς ἀνάγουσι ζεύγεσι τοὺς λίθους ὑπαντῶν ἀεὶ συνανέστρεφε καὶ συμπαρετρόχαζεν, οἷον ἐγκελευόμενος καὶ παρορμῶν διὸ θαυμάσας αὐτοῦ τὴν φιλοτιμίαν ὁ δῆμος ἐκέλευσε δημοσίᾳ τρέφεσθαι, καθάπερ ἀθλητῇ σίτησιν ὑπὸ γήρως; ἀπειρηκότι ψηφισάμενος. διὸ τοὺς λέγοντας, ὡς ἡμῖν οὐδὲν πρὸς τὰ ζῷα δίκαιόν ἐστι, ῥητέον εὖ λέγειν ἄχρι τῶν ἐνάλων καὶ βυθίων ἄμικτα γὰρ ἐκεῖνα κομιδῇ πρὸς χάριν καὶ ἄστοργα καὶ πάσης ἄμοιρα γλυκυθυμίας καὶ καλῶς Ὅμηρος εἶπε γλαυκὴ δὲ σ᾽ ἔτικτε θάλασσα πρὸς τὸν ἀνήμερον εἶναι δοκοῦντα καὶ ἄμικτον, ὡς μηδὲν τῆς θαλάσσης εὐνοϊκὸν μηδὲ πρᾶον φερούσης. ὁ δὲ καὶ πρὸς τὰ χερσαῖα τῷ λόγῳ τούτῳ χρώμενος ἀπηνὴς καὶ θηριώδης ἢ μηδὲ Λυσιμάχῳ τι γεγονέναι φήσῃ πρὸς τὸν κύνα τὸν Ὑρκανὸν δίκαιον, ὃς νεκρῷ τε μόνος παρέμεινεν αὐτῷ καί, καομένου τοῦ σώματος, ἐνδραμὼν αὐτὸς; ἑαυτὸν ἐπέρριψε. τὰ δʼ αὐτὰ καὶ τὸν Ἀστὸν δρᾶσαι λέγουσιν, ὃν Πύρρος οὐχ ὁ βασιλεὺς ἀλλʼ ἕτερός τις ἰδιώτης ἔθρεψεν· ἀποθανόντος γὰρ αὐτοῦ περὶ τὸ σῶμα διατρίβων καὶ περὶ τὸ κλινίδιον αἰωρούμενος ἐκφερομένου, τέλος εἰς τὴν πυρὰν στειλάμενος ἀφῆκεν ἑαυτὸν καὶ συγκατέκαυσε. Πώρου δὲ τοῦ βασιλέως ὁ ἐλέφας, ἐν τῇ πρὸς Ἀλέξανδρον μάχῃ κατατετρωμένου, πολλὰ τῶν ἀκοντισμάτων ἀτρέμα καὶ φειδόμενος ἐξῄρει τῇ προβοσκίδι, καὶ κακῶς ἤδη διακείμενος αὐτὸς οὐ πρότερον ἐνέδωκεν ἢ τοῦ βασιλέως ἐξαίμου γενομένου καὶ περιρρέοντος αἰσθόμενος καὶ φοβηθεὶς; μὴ πέσῃ πράως ὑφῆκε, παρέχων ἐκείνῳ τὴν ἀπόκλισιν ἄλυπον. ὁ δὲ Βουκεφάλας γυμνὸς μὲν ὢν παρεῖχεν ἀναβῆναι τῷ ἱπποκόμῳ, κοσμηθεὶς δὲ τοῖς βασιλικοῖς προκοσμίοις καὶ περιδεραίοις οὐδένα προσίετο πλὴν αὐτὸν Ἀλέξανδρον· τοῖς δʼ ἄλλοις, εἰ πειρώμενοι προσίοιεν, ἐναντίος ἐπιτρέχων ἐχρεμέτιζε μέγα καὶ ἐνήλλετο καὶ κατεπάτει τοὺς μὴ πρόσω ἵεσθαι μηδʼ ἀποφεύγειν φθάσαντας. οὐκ ἀγνοῶ δʼ ὅτι τὸ τῶν παραδειγμάτων ὑμῖν φανεῖταί τι ποικίλον· οὐκ ἔστι δὲ ῥᾳδίως τῶν εὐφυῶν ζῴων πρᾶξιν εὑρεῖν μιᾶς ἔμφασιν ἀρετῆς ἔχουσαν· ἀλλʼ ἐμφαίνεται καὶ τῷ φιλοστόργῳ τὸ φιλότιμον αὐτῶν καὶ τῷ γενναίῳ τὸ θυμόσοφον, ἣ τε πανουργία καὶ τὸ συνετὸν οὐκ ἀπήλλακται τοῦ θυμοειδοῦς καὶ ἀνδρώδους. οὐ μὴν ἀλλὰ βουλομένοις διαιρεῖν καὶ διορίζειν καθʼ ἕκαστον, ἡμέρου μὲν ἔμφασιν ὁμοῦ καὶ ὑψηλοῦ φρονήματος ποιοῦσιν οἱ κύνες, ἀποτρεπόμενοι τῶν συγκαθεζομένων ὥς που καὶ ταῦτʼ εἴρηται οἱ μὲν κεκλήγοντες ἐπέδραμον· αὐτὰρ Ὀδυσσεὺς ἕζετο κερδοσύνῃ, σκῆπτρον δὲ οἱ ἔκπεσε χειρός· οὐκέτι γὰρ προσμάχονται τοῖς ὑποπεσοῦσι καὶ γεγονόσι ταπεινοῖς τὰς ἕξεις ὁμοίοις. φασὶ δὲ καὶ τὸν πρωτεύοντα κύνα τῶν Ἰνδικῶν καὶ μαχεσθέντα πρὸς Ἀλέξανδρον, ἐλάφου μὲν ἀφιεμένου καὶ κάπρου καὶ ἄρκτου, ἡσυχίαν ἔχοντα κεῖσθαι καὶ περιορᾶν· ὀφθέντος δὲ λέοντος, εὐθὺς ἐξαναστῆναι καὶ διακονίεσθαι, καὶ φανερὸν εἶναι αὑτοῦ ποιούμενον ἀνταγωνιστήν, τῶν δʼ ἄλλων ὑπερφρονοῦντα πάντων. οἱ δὲ τοὺς δασύποδας διώκοντες, ἐὰν μὲν αὐτοὶ κτείνωσιν, ἥδονται διασπῶντες καὶ τὸ αἷμα λάπτουσι προθύμως· ἐὰν δʼ ἀπογνοὺς ἑαυτὸν ὁ λαγωός, ὃ γίγνεται πολλάκις, ὅσον ἔχει πνεύματος εἰς τὸν ἔσχατον ἀναλώσας δρόμον ἐκλίπῃ, νεκρὸν καταλαβόντες οὐχ ἅπτονται τὸ παράπαν, ἀλλʼ ἵστανται τὰς οὐρὰς κινοῦντες, ὡς οὐ κρεῶν χάριν ἀλλὰ νίκης καὶ φιλονεικίας ἀγωνιζόμενοι.