<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg128.perseus-grc2"><div type="textpart" subtype="section" n="7"><p rend="indent">καὶ μήν, τεττάρων ὄντων τῶν στοιχείων, τὸ ὕδωρ ἐξ ἑαυτοῦ πέμπτον, ὡς ἄν τις εἴποι, πεποίηκε <milestone unit="stephpage" xml:id="stephpage-957a" n="957a"/> στοιχεῖον τὴν θάλασσαν, οὐδὲν ἧττον ἐκείνων ὠφέλιμον τῶν τʼ ἄλλων ἕνεκεν καὶ μάλιστα τῆς ἐπιμιξίας· <milestone unit="tlnum" n="5"/> ἄγριον οὖν ἡμῶν ὄντα καὶ ἀσύμβολον τὸν βίον τοῦτο τὸ στοιχεῖον συνῆψε καὶ τέλειον ἐποίησε, διορθούμενον ταῖς παρʼ ἀλλήλων ἐπικουρίαις καὶ ἀντιδόσεσι, κοινωνίαν δʼ ἐργαζόμενον καὶ φιλίαν. Ἡράκλειτος μὲν οὖν <q>εἰ μὴ ἥλιος</q> φησὶν <q>ἦν, εὐφρόνη <milestone unit="tlnum" n="10"/> ἂν ἦν</q> ἔστι δʼ εἰπεῖν, ὡς, εἰ μὴ θάλαττα ἦν, πάντων ἂν ἀγριώτατον ζῷον κἀνδεέστατον ὁ ἄνθρωπος ἦν. νυνὶ δὲ τοῦτο μὲν παρʼ Ἰνδῶν ἄμπελον <milestone unit="stephpage" xml:id="stephpage-957b" n="957b"/> τοῖς Ἕλλησιν, ἐκ δὲ τῆς Ἑλλάδος καρπῶν χρῆσιν τοῖς ἐπέκεινα τῆς θαλάσσης ἔδωκεν, ἐκ Φοινίκης <milestone unit="tlnum" n="15"/> δὲ γράμματα μνημόσυνα λήθης ἐκόμισεν, ἄοινον δὲ καὶ ἄκαρπον καὶ ἀπαίδευτον ἐκώλυσεν εἶναι τὸ πλεῖστον ἀνθρώπων γένος. πῶς οὖν οὐ χρησιμώτερον ὕδωρ στοιχείῳ περιττεῦον; </p></div></div></body></text></TEI>