<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg128.perseus-grc2"><div type="textpart" subtype="section" n="5"><p rend="indent">καὶ μὴν καὶ χρησιμώτερον ὃ μηδέποτε βλάπτει. πῦρ μὲν οὖν ῥέον ὀλεθριώτατον, ἡ δʼ ὕδατος <milestone unit="tlnum" n="5"/> φύσις οὐδέποτε βλαβερά. καὶ μὴν δυεῖν ὠφελιμώτερον τὸ εὐτελέστερον καὶ χωρίς τινος παρασκευῆς τὴν ἐξ αὑτοῦ παρέχον ὠφέλειαν ἡ μὲν οὖν ἀπὸ <milestone unit="stephpage" xml:id="stephpage-956e" n="956e"/> τοῦ πυρὸς χορηγίας δεῖται καὶ ὕλης· διὰ τοῦτο μετέχουσιν αὐτοῦ πλέον πλούσιοι πενήτων, βασιλεῖς <milestone unit="tlnum" n="10"/> ἰδιωτῶν τὸ δʼ ὕδωρ καὶ τοῦτʼ ἔχει φιλάνθρωπον, τὴν ἰσότητα, τὸ ὅμοιον· οὐ δεῖται γὰρ ὀργάνων οὐδʼ ἐργαλείων, ἀπροσδεές, αὐτοτελὲς ἀγαθόν. </p></div></div></body></text></TEI>