<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg128.perseus-grc2"><div type="textpart" subtype="section" n="5"><p rend="indent">καὶ μὴν καὶ χρησιμώτερον ὃ μηδέποτε βλάπτει. πῦρ μὲν οὖν ῥέον ὀλεθριώτατον, ἡ δʼ ὕδατος <milestone unit="tlnum" n="5"/> φύσις οὐδέποτε βλαβερά. καὶ μὴν δυεῖν ὠφελιμώτερον τὸ εὐτελέστερον καὶ χωρίς τινος παρασκευῆς τὴν ἐξ αὑτοῦ παρέχον ὠφέλειαν ἡ μὲν οὖν ἀπὸ <milestone unit="stephpage" xml:id="stephpage-956e" n="956e"/> τοῦ πυρὸς χορηγίας δεῖται καὶ ὕλης· διὰ τοῦτο μετέχουσιν αὐτοῦ πλέον πλούσιοι πενήτων, βασιλεῖς <milestone unit="tlnum" n="10"/> ἰδιωτῶν τὸ δʼ ὕδωρ καὶ τοῦτʼ ἔχει φιλάνθρωπον, τὴν ἰσότητα, τὸ ὅμοιον· οὐ δεῖται γὰρ ὀργάνων οὐδʼ ἐργαλείων, ἀπροσδεές, αὐτοτελὲς ἀγαθόν. </p></div><div type="textpart" subtype="section" n="6"><p rend="indent">ἔτι μήν, ὃ πολλαπλασιαζόμενον τὴν ὠφέλειαν ἀπόλλυσιν, ἀχρηστότερον τοιοῦτον δὲ τὸ πῦρ, οἷον <milestone unit="tlnum" n="15"/> θηρίον παμφάγον καὶ δάπανον τῶν παρακειμένων, καὶ μεθόδῳ καὶ τέχνῃ μᾶλλον καὶ μετριότητι ἢ τῇ αὑτοῦ φύσει ὠφέλιμον· τὸ δʼ ὕδωρ οὐδέποτε φοβερόν. καὶ μὴν δυεῖν τὸ μετὰ τοῦ ἑτέρου χρησιμώτερον πῦρ μὲν οὖν οὐκ ἐπιδέχεται τὸ ὑγρὸν οὐδὲ <milestone unit="tlnum" n="20"/> <milestone unit="stephpage" xml:id="stephpage-956f" n="956f"/> τῇ διʼ αὐτοῦ κοινωνίᾳ χρήσιμον, ὕδωρ δʼ ἐστὶ μετὰ πυρὸς; ὠφέλιμον τὰ γοῦν θερμὰ τῶν ὑδάτων ἀκέσιμα καὶ πρὸς θεραπείαν εὐαίσθητα. καὶ πῦρ μὲν ὑγρὸν οὐκ ἄν τις εὕροι, ὕδωρ, δʼ ὡς ψυχρὸν οὕτω καὶ θερμὸν ὠφέλιμον ἀνθρώπῳ. <pb xml:id="v.6.p.5"/> </p></div><div type="textpart" subtype="section" n="7"><p rend="indent">καὶ μήν, τεττάρων ὄντων τῶν στοιχείων, τὸ ὕδωρ ἐξ ἑαυτοῦ πέμπτον, ὡς ἄν τις εἴποι, πεποίηκε <milestone unit="stephpage" xml:id="stephpage-957a" n="957a"/> στοιχεῖον τὴν θάλασσαν, οὐδὲν ἧττον ἐκείνων ὠφέλιμον τῶν τʼ ἄλλων ἕνεκεν καὶ μάλιστα τῆς ἐπιμιξίας· <milestone unit="tlnum" n="5"/> ἄγριον οὖν ἡμῶν ὄντα καὶ ἀσύμβολον τὸν βίον τοῦτο τὸ στοιχεῖον συνῆψε καὶ τέλειον ἐποίησε, διορθούμενον ταῖς παρʼ ἀλλήλων ἐπικουρίαις καὶ ἀντιδόσεσι, κοινωνίαν δʼ ἐργαζόμενον καὶ φιλίαν. Ἡράκλειτος μὲν οὖν <q>εἰ μὴ ἥλιος</q> φησὶν <q>ἦν, εὐφρόνη <milestone unit="tlnum" n="10"/> ἂν ἦν</q> ἔστι δʼ εἰπεῖν, ὡς, εἰ μὴ θάλαττα ἦν, πάντων ἂν ἀγριώτατον ζῷον κἀνδεέστατον ὁ ἄνθρωπος ἦν. νυνὶ δὲ τοῦτο μὲν παρʼ Ἰνδῶν ἄμπελον <milestone unit="stephpage" xml:id="stephpage-957b" n="957b"/> τοῖς Ἕλλησιν, ἐκ δὲ τῆς Ἑλλάδος καρπῶν χρῆσιν τοῖς ἐπέκεινα τῆς θαλάσσης ἔδωκεν, ἐκ Φοινίκης <milestone unit="tlnum" n="15"/> δὲ γράμματα μνημόσυνα λήθης ἐκόμισεν, ἄοινον δὲ καὶ ἄκαρπον καὶ ἀπαίδευτον ἐκώλυσεν εἶναι τὸ πλεῖστον ἀνθρώπων γένος. πῶς οὖν οὐ χρησιμώτερον ὕδωρ στοιχείῳ περιττεῦον; </p></div></div></body></text></TEI>