καὶ μὴν καὶ χρησιμώτερον ὃ μηδέποτε βλάπτει. πῦρ μὲν οὖν ῥέον ὀλεθριώτατον, ἡ δʼ ὕδατος φύσις οὐδέποτε βλαβερά. καὶ μὴν δυεῖν ὠφελιμώτερον τὸ εὐτελέστερον καὶ χωρίς τινος παρασκευῆς τὴν ἐξ αὑτοῦ παρέχον ὠφέλειαν ἡ μὲν οὖν ἀπὸ τοῦ πυρὸς χορηγίας δεῖται καὶ ὕλης· διὰ τοῦτο μετέχουσιν αὐτοῦ πλέον πλούσιοι πενήτων, βασιλεῖς ἰδιωτῶν τὸ δʼ ὕδωρ καὶ τοῦτʼ ἔχει φιλάνθρωπον, τὴν ἰσότητα, τὸ ὅμοιον· οὐ δεῖται γὰρ ὀργάνων οὐδʼ ἐργαλείων, ἀπροσδεές, αὐτοτελὲς ἀγαθόν. ἔτι μήν, ὃ πολλαπλασιαζόμενον τὴν ὠφέλειαν ἀπόλλυσιν, ἀχρηστότερον τοιοῦτον δὲ τὸ πῦρ, οἷον θηρίον παμφάγον καὶ δάπανον τῶν παρακειμένων, καὶ μεθόδῳ καὶ τέχνῃ μᾶλλον καὶ μετριότητι ἢ τῇ αὑτοῦ φύσει ὠφέλιμον· τὸ δʼ ὕδωρ οὐδέποτε φοβερόν. καὶ μὴν δυεῖν τὸ μετὰ τοῦ ἑτέρου χρησιμώτερον πῦρ μὲν οὖν οὐκ ἐπιδέχεται τὸ ὑγρὸν οὐδὲ τῇ διʼ αὐτοῦ κοινωνίᾳ χρήσιμον, ὕδωρ δʼ ἐστὶ μετὰ πυρὸς; ὠφέλιμον τὰ γοῦν θερμὰ τῶν ὑδάτων ἀκέσιμα καὶ πρὸς θεραπείαν εὐαίσθητα. καὶ πῦρ μὲν ὑγρὸν οὐκ ἄν τις εὕροι, ὕδωρ, δʼ ὡς ψυχρὸν οὕτω καὶ θερμὸν ὠφέλιμον ἀνθρώπῳ. καὶ μήν, τεττάρων ὄντων τῶν στοιχείων, τὸ ὕδωρ ἐξ ἑαυτοῦ πέμπτον, ὡς ἄν τις εἴποι, πεποίηκε στοιχεῖον τὴν θάλασσαν, οὐδὲν ἧττον ἐκείνων ὠφέλιμον τῶν τʼ ἄλλων ἕνεκεν καὶ μάλιστα τῆς ἐπιμιξίας· ἄγριον οὖν ἡμῶν ὄντα καὶ ἀσύμβολον τὸν βίον τοῦτο τὸ στοιχεῖον συνῆψε καὶ τέλειον ἐποίησε, διορθούμενον ταῖς παρʼ ἀλλήλων ἐπικουρίαις καὶ ἀντιδόσεσι, κοινωνίαν δʼ ἐργαζόμενον καὶ φιλίαν. Ἡράκλειτος μὲν οὖν εἰ μὴ ἥλιος φησὶν ἦν, εὐφρόνη ἂν ἦν ἔστι δʼ εἰπεῖν, ὡς, εἰ μὴ θάλαττα ἦν, πάντων ἂν ἀγριώτατον ζῷον κἀνδεέστατον ὁ ἄνθρωπος ἦν. νυνὶ δὲ τοῦτο μὲν παρʼ Ἰνδῶν ἄμπελον τοῖς Ἕλλησιν, ἐκ δὲ τῆς Ἑλλάδος καρπῶν χρῆσιν τοῖς ἐπέκεινα τῆς θαλάσσης ἔδωκεν, ἐκ Φοινίκης δὲ γράμματα μνημόσυνα λήθης ἐκόμισεν, ἄοινον δὲ καὶ ἄκαρπον καὶ ἀπαίδευτον ἐκώλυσεν εἶναι τὸ πλεῖστον ἀνθρώπων γένος. πῶς οὖν οὐ χρησιμώτερον ὕδωρ στοιχείῳ περιττεῦον;