μετίωμεν ἀπὸ τῶν χρωμένων ἐπὶ ταῦθʼ οἷς χρώμεθα, φυτὰ καὶ καρπούς. τούτων ἃ μὲν οὐδʼ ὅλως θερμοῦ μετείληφεν, ἃ δʼ ἣκιστα καὶ ἀδήλως· ἡ δʼ ὑγρὰ φύσις βλαστάνοντα πάντα παρέχεται, αὐξανόμενα καὶ καρποφοροῦντα καὶ τί δεῖ καταριθμεῖσθαι με καὶ οἶνον καὶ ἔλαιον καὶ τὰ λοιπὰ πάνθʼ ὅσα τρυγῶμεν καὶ ἀμέλγομεν καὶ βλίττομεν ἐν φανερῷ κείμενα, ὅπου γε καὶ ὁ πυρός, δοκῶν εἶναι τῆς ξηρᾶς τροφῆς, μεταβολῇ καὶ σήψει καὶ διαχύσει τοῦ ὑγροῦ γίγνεται;