Ἆρ᾽ οὖν οὐ χρησιμώτερον ἐκεῖνο, οὗ πὰντοτε καὶ διηνεκῶς δεόμεθα καὶ πλείστου, καθάπερ ἐργαλεῖον καὶ ὄργανον, καὶ νὴ Δία φίλος ὁ πάσης ὥρας καὶ παντὸς καιροῦ παρὼν ἕτοιμος; καὶ μὴν τὸ μὲν πῦρ οὐ πάντοτε χρήσιμον, ἔστι δʼ ὅτε καὶ βαρυνόμεθα καὶ ἀποσπώμεθα· τοῦ δʼ ὕδατος χρεία καὶ χειμῶνος καὶ θέρους καὶ νοσοῦσι καὶ ὑγιαίνουσι, νυκτὸς καὶ μεθʼ ἡμέραν καὶ οὐκ ἔστιν ὅτε ἄνθρωπος οὐ δεῖται· ἀμέλει τοὺς ἀποθανόντας ἀλίβαντας καλοῦσιν ὡς ἐνδεεῖς λιβάδος τουτέστιν ὑγρότητος, καὶ παρὰ τοῦτο τοὺς στερουμένους τοῦ ζῆν. καὶ ἄνευ μὲν πυρὸς ἦν πολλά, ὕδατος δʼ οὐδέποτʼ ἄνθρωπος. ἔτι δὲ τὸ ἐξ ἀρχῆς καὶ ἅμα τῇ πρώτῃ καταβολῇ τῶν ἀνθρώπων χρησιμώτερον τοῦ ὕστερον εὑρεθέντος· δῆλον γὰρ ὡς τὸ μὲν ὅντως ἀναγκαῖον ἡ φύσις ἔδωκε· τὸ δὲ περιουσίᾳ τῆς χρήσεως τέχνη καὶ μηχανή τις εὗρεν. ὕδωρ μὲν οὖν οὐκ ἔστιν εἰπεῖν ὅτʼ οὐκ ἦν ἀνθρώποις οὐδέ τις εὑρετὴς λέγεται θεῶν ἢ ἡρώων σχεδὸν γὰρ γενομένων εὐθὺς ὑπῆρχε καὶ τὸ γεγενῆσθαι παρεῖχεν. ἡ δὲ πυρὸς χρῆσις ἐχθές φασι καὶ πρῴην ὑπὸ Προμηθέως · ·ʼ βίος πυρός, οὐκ ἄνευ δʼ ὕδατος ἦν. καὶ τὸ μὲν πλάσμα τοῦτο μὴ εἶναι ποιητικὸν ἀποδείκνυσιν ὁ καθʼ ἡμᾶς βίος· ἔστι γὰρ ἀνθρώπων γένη τινὰ χωρὶς πυρὸς ποιούμενα τὴν δίαιταν, ἄοικα καὶ ἀνέστια καὶ ὑπαίθρια· καὶ Διογένης δʼ ὁ κύων ἣκιστα προσεχρῆτο πυρί, ὥστε καὶ πολύποδα καταπιὼν ὠμόν οὕτως ὑπὲρ ὑμῶν εἶπεν ὦ ἄνδρες, παραβάλλομαι. χωρὶς δʼ ὕδατος οὔτε καλόν τις ἐνόμισε ζῆν οὔτε δυνατόν.