<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg128.perseus-grc2"><div type="textpart" subtype="section" n="2"><p rend="indent">Ἆρ᾽ οὖν οὐ χρησιμώτερον ἐκεῖνο, οὗ πὰντοτε καὶ διηνεκῶς δεόμεθα καὶ πλείστου, καθάπερ <pb xml:id="v.6.p.2"/> ἐργαλεῖον καὶ ὄργανον, καὶ νὴ Δία φίλος ὁ πάσης ὥρας καὶ παντὸς καιροῦ παρὼν ἕτοιμος; καὶ μὴν τὸ μὲν πῦρ οὐ πάντοτε χρήσιμον, ἔστι δʼ ὅτε καὶ βαρυνόμεθα καὶ ἀποσπώμεθα· τοῦ δʼ ὕδατος χρεία καὶ <milestone unit="tlnum" n="5"/> χειμῶνος καὶ θέρους καὶ νοσοῦσι καὶ ὑγιαίνουσι, <milestone unit="stephpage" xml:id="stephpage-956a" n="956a"/> νυκτὸς καὶ μεθʼ ἡμέραν καὶ οὐκ ἔστιν ὅτε ἄνθρωπος οὐ δεῖται· ἀμέλει τοὺς ἀποθανόντας <q>ἀλίβαντας</q> καλοῦσιν ὡς ἐνδεεῖς λιβάδος τουτέστιν ὑγρότητος, καὶ παρὰ τοῦτο τοὺς στερουμένους τοῦ ζῆν. καὶ <milestone unit="tlnum" n="10"/> ἄνευ μὲν πυρὸς ἦν πολλά, ὕδατος δʼ οὐδέποτʼ ἄνθρωπος. ἔτι δὲ τὸ ἐξ ἀρχῆς καὶ ἅμα τῇ πρώτῃ καταβολῇ τῶν ἀνθρώπων χρησιμώτερον τοῦ ὕστερον εὑρεθέντος· δῆλον γὰρ ὡς τὸ μὲν ὅντως ἀναγκαῖον ἡ φύσις ἔδωκε· τὸ δὲ περιουσίᾳ τῆς χρήσεως τέχνη <milestone unit="tlnum" n="15"/> καὶ μηχανή τις εὗρεν. ὕδωρ μὲν οὖν οὐκ ἔστιν εἰπεῖν ὅτʼ οὐκ ἦν ἀνθρώποις οὐδέ τις εὑρετὴς λέγεται <milestone unit="stephpage" xml:id="stephpage-956b" n="956b"/> θεῶν ἢ ἡρώων σχεδὸν γὰρ γενομένων εὐθὺς ὑπῆρχε καὶ τὸ γεγενῆσθαι παρεῖχεν. ἡ δὲ πυρὸς χρῆσις ἐχθές φασι καὶ πρῴην ὑπὸ Προμηθέως · ·ʼ βίος <milestone unit="tlnum" n="20"/> πυρός, οὐκ ἄνευ δʼ ὕδατος ἦν. καὶ τὸ μὲν πλάσμα τοῦτο μὴ εἶναι ποιητικὸν ἀποδείκνυσιν ὁ καθʼ ἡμᾶς βίος· ἔστι γὰρ ἀνθρώπων γένη τινὰ χωρὶς πυρὸς ποιούμενα τὴν δίαιταν, ἄοικα καὶ ἀνέστια καὶ <pb xml:id="v.6.p.3"/> ὑπαίθρια· καὶ Διογένης δʼ ὁ κύων ἣκιστα προσεχρῆτο πυρί, ὥστε καὶ πολύποδα καταπιὼν ὠμόν <q>οὕτως ὑπὲρ ὑμῶν</q> εἶπεν <q>ὦ ἄνδρες, παραβάλλομαι.</q> χωρὶς δʼ ὕδατος οὔτε καλόν τις ἐνόμισε ζῆν οὔτε <milestone unit="tlnum" n="5"/> δυνατόν. </p></div><div type="textpart" subtype="section" n="3"><p rend="indent">καὶ τί μικρολογοῦμαι τὴν τῶν ἀνθρώπων ἐπερχόμενος φύσιν; πολλῶν γὰρ ὄντων, μᾶλλον δʼ <milestone unit="stephpage" xml:id="stephpage-956c" n="956c"/> ἀπείρων γενῶν, τὸ τῶν ἀνθρώπων σχεδὸν μόνον οἶδε πυρὸς χρῆσιν, τὰ δὲ λοιπὰ ἀπύροις χρῆται <milestone unit="tlnum" n="10"/> διαίταις καὶ τροφαῖς, καὶ βίος αὐτοῖς· νεμομένοις, ἱπταμένοις, ἕρπουσιν, ἀπὸ ῥιζῶν καὶ καρπῶν καὶ σαρκῶν ἄνευ πυρός· ὕδατος δὲ χωρὶς οὐκ ἔναλον οὐδὲ χερσαῖον οὐκ αἰθέριον καὶ γὰρ τὰ σαρκο βόρα τῶν ζῴων, ὧν ἔνιά φησι μὴ πίνειν Ἀριστοτέλης, <milestone unit="tlnum" n="15"/>  τῷ γʼ ἐντὸς ὑγρῷ χρώμενα διαζῇ. τοῦτʼ οὖν χρησιμώτερον, οὗ μηδεμία ζωῆς φύσις ἄνευ ἵσταται καὶ διαμένει. </p></div><div type="textpart" subtype="section" n="4"><p rend="indent">μετίωμεν ἀπὸ τῶν χρωμένων ἐπὶ ταῦθʼ οἷς χρώμεθα, φυτὰ καὶ καρπούς. τούτων ἃ μὲν οὐδʼ <milestone unit="tlnum" n="20"/> ὅλως θερμοῦ μετείληφεν, ἃ δʼ ἣκιστα καὶ ἀδήλως· ἡ δʼ ὑγρὰ φύσις βλαστάνοντα πάντα παρέχεται, <milestone unit="stephpage" xml:id="stephpage-956d" n="956d"/> αὐξανόμενα καὶ καρποφοροῦντα καὶ τί δεῖ καταριθμεῖσθαι με καὶ οἶνον καὶ ἔλαιον καὶ τὰ λοιπὰ πάνθʼ ὅσα τρυγῶμεν καὶ ἀμέλγομεν καὶ βλίττομεν <milestone unit="tlnum" n="25"/> ἐν φανερῷ κείμενα, ὅπου γε καὶ ὁ πυρός, δοκῶν <pb xml:id="v.6.p.4"/> εἶναι τῆς ξηρᾶς τροφῆς, μεταβολῇ καὶ σήψει καὶ διαχύσει τοῦ ὑγροῦ γίγνεται; </p></div></div></body></text></TEI>