<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0007.tlg128.perseus-grc2"><div type="textpart" subtype="section" n="13"><p rend="indent">καὶ μήν, οὗ πλείστου κρᾶσις τῆς τῶν αἰσθήσεων μετείληφεν, οὐκ ἂν εἴη λυσιτελέστατον; οὐχ <milestone unit="tlnum" n="5"/> ὁρᾷς οὖν, ὡς τῇ μὲν ὑγρᾷ φύσει οὐδεμία τῶν αἰσθήσεων κατʼ αὑτὴν προσχρῆται χωρὶς πνεύματος ἢ πυρὸς ἐγκεκραμένου, τοῦ δὲ πυρὸς ἅπασα μὲν αἴσθησις, οἷον τὸ ζωτικὸν ἐνεργαζομένου, μετείληφεν, ἐξαιρέτως δʼ ἡ ὄψις, ἣτις ὀξυτάτη τῶν διὰ <milestone unit="tlnum" n="10"/> σώματός ἐστιν αἰσθήσεων, πυρὸς ἔξαμμα οὖσα καὶ ὅτι θεῶν πίστιν παρέσχηκεν ἔτι τε, Πλάτων φησί, δυνάμεθα κατασχηματίζειν πρὸς τὰς τῶν ἐν οὐρανῷ κινήσεις τὴν ψυχὴν διὰ τῆς ὄψεως;</p></div></div></body></text></TEI>