τὸ γὰρ λέγειν ὡς ἔστι ποτὲ ὁ ἄνθρωπος ἄνευ πυρὸς οὐδʼ ὅλως δύναται γενέσθαι ὁ ἄνθρωπος. διαφοραὶ δʼ εἰσὶν ἐν γένει καθάπερ καὶ ἐν ἄλλοις. καὶ τὴν θάλατταν ἡ θερμότης ὠφελιμωτέραν ἐποίησεν, ὡς μᾶλλον καταθερῆ τῶν ὑδάτων, ἐπεὶ κατʼ αὑτό γε τῶν λοιπῶν οὐδὲν διέφερε. καὶ οἱ μὴ προσδεόμενοι δὲ τοῦ ἔξωθεν πυρὸς οὐχ ὡς ἀπροσδεεῖς τοῦτο πάσχουσιν, ἀλλὰ περιουσίᾳ καὶ πλεονασμῷ τοῦ ἐν αὑτοῖς θερμοῦ· ὥστε καὶ κατὰ τοῦθʼ ὑπερέχειν τὴν τοῦ πυρὸς χρείαν, ὡς εἰκός. τὸ μὲν ὕδωρ οὐδέποτε τοιοῦτον, ὥστε μὴ δεῖσθαι τῶν ἐκτός, τὸ δὲ πῦρ ὑπʼ ἀρετῆς πολλῆς καὶ αὔταρκες, ὡς οὖν στρατηγὸς ἀμείνων ὁ παρασκευάσας τὴν πόλιν μὴ δεῖσθαι τῶν ἔξωθεν συμμάχων, οὕτω καὶ στοιχεῖον τὸ τῆς ἔξωθεν ἐπικουρίας παρέχον πολλάκις μὴ δεόμενον ὑπερέχον. τοῦτο ῥητέον καὶ περὶ τῶν ἄλλων ζῴων, ὅσα μὴ πυρὸς δεῖται. καίτοι γʼ εἰς τοὐναντίον λάβοι τις ἄν, τὸ χρησιμώτερον εἶναι τοῦτο, ᾧ χρώμεθα μόνοι οἱ καὶ μάλιστα τὸ βέλτιον ἐκ λογισμοῦ λαβεῖν δυνάμενοι· ἐπεὶ τί λόγου χρησιμώτερον ἢ μᾶλλον ἀνθρώποις λυσιτελέστερον; ἀλλʼ οὐ πάρεστι τοῖς ἀλόγοις. τί οὖν; διὰ τοῦθʼ ἧττον ὠφέλιμον ἐκ τῆς προνοίας τοῦ βελτίονος εὑρεθέν; ἐπεὶ δὲ κατὰ τοῦτο τοῦ λόγου γεγόναμεν, τί τέχνης τῷ βίῳ λυσιτελέστερον; τέχνης δὲ πάσας καὶ ἀνεῦρε τὸ πῦρ καὶ σῴζει διὸ καὶ τὸν Ἥφαιστον ἀρχηγὸν αὐτῶν ποιοῦσι. καὶ μὴν ὀλίγου χρόνου καὶ βίου τοῖς ἀνθρώποις δεδομένου, ὁ μὲν Ἀρίστων φησὶν ὅτι ὁ ὕπνος οἷον τελώνης τὸ ἣμισυ ἀφαιρεῖ τούτου· ἐγὼ δʼ ἂν εἴποιμι διόπερ σκότος ἐγρήγορεν ἀεὶ διὰ νυκτός, ἀλλʼ οὐδὲν ὄφελος ἀπὸ τῆς ἐγρηγόρσεως, εἰ μὴ τὸ πῦρ τὰ τῆς ἡμέρας ἡμῖν παρεῖχεν ἀγαθά, καὶ τὴν ἡμέρας καὶ νυκτὸς ἐξῄρει διαφοράν. εἰ τοίνυν τοῦ ζῆν οὐδὲν ἀνθρώποις λυσιτελέστερον καὶ τοῦτο πολλαπλασιάζει τὸ πῦρ, πῶς οὐκ καὶ εἴη πάντων ὠφελιμώτατον; καὶ μήν, οὗ πλείστου κρᾶσις τῆς τῶν αἰσθήσεων μετείληφεν, οὐκ ἂν εἴη λυσιτελέστατον; οὐχ ὁρᾷς οὖν, ὡς τῇ μὲν ὑγρᾷ φύσει οὐδεμία τῶν αἰσθήσεων κατʼ αὑτὴν προσχρῆται χωρὶς πνεύματος ἢ πυρὸς ἐγκεκραμένου, τοῦ δὲ πυρὸς ἅπασα μὲν αἴσθησις, οἷον τὸ ζωτικὸν ἐνεργαζομένου, μετείληφεν, ἐξαιρέτως δʼ ἡ ὄψις, ἣτις ὀξυτάτη τῶν διὰ σώματός ἐστιν αἰσθήσεων, πυρὸς ἔξαμμα οὖσα καὶ ὅτι θεῶν πίστιν παρέσχηκεν ἔτι τε, Πλάτων φησί, δυνάμεθα κατασχηματίζειν πρὸς τὰς τῶν ἐν οὐρανῷ κινήσεις τὴν ψυχὴν διὰ τῆς ὄψεως;