ἀπʼ ἄλλης ἀρχῆς. πρὸς μὲν τὴν πυρὸς ὡς πυρὸς χρῆσιν ὕδατος οὐ προσδεόμεθα, ἀλλὰ τοὐναντίον ἐμποδὼν γίγνεται κατασβέννυσι γὰρ καὶ διαφθείρει. ὕδατος δὲ τοῖς πλείστοις χρῆσις οὐκ ἔστιν ἄνευ πυρός· θερμανθὲν γὰρ ὡφελιμώτερον, οὕτω δὲ βλαβερόν. ὥστε δυεῖν ἄμεινον ὃ ἀφʼ ἑαυτοῦ παρέχεται χρείαν, τοῦ ἑτέρου μὴ προσδεόμενον. ἔτι ὕδωρ μὲν μοναχῶς ὠφέλιμον κατὰ θίξιν λουσαμένοις ἢ νιψαμένοις, τὸ δὲ πῦρ διὰ πάσης αἰσθήσεως· καὶ γὰρ διὰ τῆς ἁφῆς καὶ πόρρωθεν ὁρώμενον, ὥστε προσεῖναι τοῖς ἄλλοις τῆς χρείας αὐτοῦ καὶ τὴν πολυτέλειαν.