Ἀριστον μὲν ὔδωρ ὁ δὲ χρυσὸς αἰθόμενον πῦρ φησιν ὁ Πίνδαρος· ὥσθʼ οὗτος μὲν δευτέραν ἄντικρυς τῷ πυρὶ χώραν ἔδωκε· συμφωνεῖ δὲ καὶ Ἡσίοδος εἰπών ἤτοι μὲν πρώτιστα χάος γένετο· τοῖς πλείστοις γὰρ ὠνομακέναι δοκεῖ τὸ ὕδωρ τοῦτον τὸν τρόπον παρὰ τὴν χύσιν. ἀλλὰ τὸ μὲν τῶν μαρτύρων ἑκατέροις ἴσον· ἐπεὶ καὶ τὸ πῦρ εἰσιν οἱ τοῦ παντὸς ἀρχὴν ἀποφαινόμενοι, καὶ οἷον σπέρμα τοῦτʼ ἐξ ἑαυτοῦ τε πάντα ποιεῖν καὶ εἰς ἑαυτὸ ἐκλαμβάνειν κατὰ τὴν ἐκπύρωσιν. ἀφέμενοι δὲ τῶν ἀνδρῶν, σκεψώμεθα τοὺς εἰς ἑκάτερον λόγους πῇ μᾶλλον ἄγουσιν ἡμᾶς.