τοὺς οὖν πάλαι σοφοὺς καὶ λογίους ἄμικτα θέσθαι τὰ ἐπίγεια καὶ τὰ οὐράνια χρὴ νομίζειν, οὐ τοῖς τόποις ὥσπερ ἐπὶ ζυγοῦ πρὸς τὰ κάτω καὶ ἄνω βλέποντας, ἀλλὰ τῇ διαφορᾷ τῶν δυνάμεων τὰ μὲν θερμὰ καὶ λαμπρὰ καὶ ταχέα καὶ κοῦφα τῇ θείᾳ καὶ ἀιδίῳ φύσει προσνέμοντας, τὰ δὲ σκοτεινὰ καὶ ψυχρὰ καὶ βραδέα φθιτῶν καὶ ἐνέρων οὐκ εὐδαίμονα κλῆρον ἀποφαίνοντας. ἐπεὶ καὶ τὸ σῶμα τοῦ ζῴου, μέχρι μὲν ἔμπνουν ἐστὶ καὶ θαλερόν, ὡς οἱ ποιηταὶ λέγουσι, θερμότητι χρῆται καὶ ζωῇ· γενόμενον δὲ τούτων ἔρημον καὶ ἀπολειφθὲν ἐν μόνῃ τῇ τῆς γῆς μοίρᾳ ψυχρότης εὐθὺς ἴσχει καὶ κρύος, ὡς ἐν παντὶ μᾶλλον ἢ τῷ γεώδει κατὰ φύσιν θερμότητος ἐνυπαρχούσης